TLG 3181 001 :: NICEPHORUS II PHOCAS Imperator :: De velitatione bellica (sub nomine Nicephori II Phocae) NICEPHORUS II PHOCAS Imperator Tact., Imperator
Nomographus De velitatione bellica (sub nomine Nicephori II Phocae)
Citation: Chapter — section — (line) | ||
pinaxt | ΠΕΡΙ ΠΑΡΑΔΡΟΜΗΣ ΤΟΥ ΚΥΡΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ | |
pinax1 | Περὶ βιγλῶν καὶ πόσον διάστημα ὀφείλουσιν ἀπ’ ἀλλήλων μία ἑκάστη διίστασθαι. | |
pinax2 | Περὶ τῶν καμινοβιγλίων καὶ κατασκόπων. | |
pinax3 | Περὶ κινήσεως ἐχθρῶν καὶ τοῦ προκατασχεθῆναι τὰς δυσχωρίας. | |
pinax4 | Περὶ τοῦ ποιεῖσθαι λάθρα τὰς κατὰ τῶν ἐχθρῶν ἐπιθέσεις καὶ περὶ τοῦ προσυπαντᾶν τοὺς πολεμίους πρὸς τὴν ἰδίαν ἐπαναστρέφοντας. | |
pinax5 | Περὶ προκατασχέσεως ὑδάτων τῶν ἐν τοῖς στενώμασιν ὄντων. | |
pinax6 | Περὶ παραδρομῆς τῶν μονοκούρσων καὶ στοχασμοῦ τῆς τοῦ λαοῦ αὐτῶν ποσότητος. | |
pinax7 | Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν. | |
pinax8 | Περὶ παραμονῆς φοσσάτου καὶ ἀκολουθήσεως. | |
pinax9 | Περὶ τῆς κινήσεως τοῦ κούρσου καὶ ἀκολουθήσεως. | |
pinax10 | Περὶ τοῦ διαχωρισμοῦ τοῦ κούρσου καὶ τοῦ λαοῦ ὄπισθεν ἐπακολουθοῦντος. | |
pinax11 | Περὶ τοῦ ἔνθεν κἀκεῖθεν ἵστασθαι τοὺς πεζοὺς ἐν ταῖς δυσχωρίαις. | |
pinax12 | Περὶ ἀθρόας ἐξελεύσεως τῶν πολεμίων πρὸ τοῦ τὰ ῥωμαϊκὰ ἐπισυναχθῆναι στρατεύματα. | |
pinax13 | Περὶ τοῦ ἐνεδρεῦσαι κατὰ τῶν λεγομένων μινσουρατόρων ἐν τοῖς ἀπλήκτοις. | 29 |
pinax14 | Περὶ τῆς ὑποχωρήσεως τῶν ἱππέων ἀπὸ τῶν πεζῶν ὁδοιπορούντων ὁμοῦ. | |
pinax15 | Περὶ ἀσφαλείας. | |
pinax16 | Περὶ διαχωρισμοῦ τοῦ τούλδου. | |
pinax17 | Περὶ τῶν μετὰ πολλῆς δυνάμεως ἐπιτρεχόντων πολεμίων τὰς χώρας ἡμῶν καὶ τῆς μετὰ ἐγκρυμμάτων παρασκευῆς. | |
pinax18 | Περὶ τοῦ πότε δεῖ τὸν στρατηγὸν ἐκ δύο μερῶν τῶν πολεμίων παραδρομὴν ποιῆσαι. | |
pinax19 | Περὶ καταστάσεως καὶ ἐξοπλίσεως καὶ γυμνασίας στρατοῦ. | |
pinax20 | Περὶ τῶν ἐγχρονιζόντων πολεμίων κατὰ τῆς χώρας ἡμῶν, ἵνα ἡμέτερος στρατὸς κατὰ τῆς χώρας αὐτῶν ἐπέλθῃ. | |
pinax21 | Περὶ πολιορκίας κάστρου. | |
pinax22 | Περὶ διαχωρισμοῦ λαοῦ τῶν ἡμισέων πολεμίων ἢ καὶ τοῦ τρίτου μέρους. | |
pinax23 | Περὶ τῆς ὑποστροφῆς τῶν πολεμίων καὶ τῆς κατασχέσεως τῆς κλεισούρας. | |
pinax24 | Περὶ νυκτοπολέμου. | |
pinax25 | Περὶ ἑτέρας κατασχέσεως ὁδοῦ τῆς εἰς τὴν κατάβασιν δυσχωρίαν ἀποτε‐ | |
λούσης. | 31 | |
prolt | ΠΕΡΙ ΠΑΡΑΔΡΟΜΗΣ ΤΟΥ ΚΥΡΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ | |
prol1 | Τὴν τῆς παραδρομῆς μέθοδον παραδοῦναι βουλόμενοι, εἰ τάχα καὶ κατὰ τὸν παρόντα καιρὸν μὴ χρειώδης ἐστὶν εἰς τὰ τῆς ἕως μέρη—ἅτε Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν τὸ πολὺ τῆς καθ’ ἡμῶν δυνάμεως καὶ ἰσχύος τῶν τοῦ Ἰσμαὴλ ἐκγόνων ἀμβλύναντος καὶ τὰς ἐφόδους αὐτῶν ἀναχαιτίσαντος—, ἀλλ’ οὖν, ἵνα μὴ τὴν λήθην | |
5 | καὶ ἄγνοιαν ἐπεισαγαγὼν ὁ χρόνος φθείρῃ τὸ ταύτης ἐπωφελὲς καὶ ἐξαφανίσειε, δεῖν ᾠήθημεν γραφῇ παραδοῦναι ταύτην, ἵν’, εἴ ποτε ταύτης δεήσει Χριστιανοῖς καιροῦ τινος πρὸς τὸ μέλλον καλοῦντος, ἕτοιμός ἐστι συνεργὸς ἀγαθὴ τῷ τε κοινῷ παντὶ καὶ τοῖς αὐτὴν μεταχειριζομένοις. | |
---|---|---|
prol2 | Ἡμεῖς γοῦν ταύτην οὐ μονονοὺκ ἀκοῇ παρειλήφαμεν, ἀλλὰ καὶ πεῖράν τινα παρ’ αὐτῆς ἐδιδάχθημεν, τὸ μὲν αὐτοὺς σχόντες διδασκάλους καὶ παιδευτὰς τοὺς ταύτην σχεδὸν εἰπεῖν ἐφευρόντας τὴν μέθοδον, τὸ δὲ καὶ αὐτοὶ μόνοι ταύτῃ χρησάμενοι καὶ πεῖραν αὐτῆς ἐγκολπωσάμενοί τινα κατὰ | |
5 | τὸ ἡμῖν ἐφικτόν. | |
prol3 | Αὕτη τοίνυν κατὰ τοῦτο ἔχει τὸ χρήσιμον, ὅτι περ οἳ ταύτην μετήλθοσαν μετ’ ὀλίγου μαχίμου λαοῦ μέγιστα καὶ ἀξιομνημόνευτα ἐξετέλεσαν ἔργα· καὶ γὰρ ἅτινα μὴ κατορθῶσαι ἴσχυσεν ἢ ἐτόλμησεν ἡ Ῥωμαίων σύμπασα | |
στρατιά, ὅτε τὰ τῶν Κιλίκων καὶ τοῦ Χαμβδᾶ ἤκμαζεν, εἷς ἐνίοτε τῶν ἀρίστων | 33 | |
5 | στρατηγῶν σὺν μόνῳ τῷ τοῦ ὑπ’ αὐτὸν θέματος λαῷ, φρονίμως καὶ ἐμπείρως τοὺς πολεμίους ἐπιτηδευσάμενος καὶ συνετῶς διατιθεὶς καὶ στρατηγήσας, μόνος ἀπήρτισε. | |
prol4 | Τοῦτο δέ φαμεν, οὐχ ὅτι τοῦ πλείονος τὸ ὀλίγον προκρίνομεν μάχιμον, οὐδ’ ὅτι ταύτην ἐξαίρομεν τῶν λοιπῶν στρατηγημάτων καὶ ἐπιτηδευμάτων τῆς τακτικῆς, ἀλλ’ ὅτι στρατηγῶν τοῖς ἀρίστοις αὕτη συνεργὸς ἀρίστη καθέστηκεν, ἵν’, ὅτε μὴ κατὰ πρόσωπον τοῖς πολεμίοις ἀντιτάττεσθαι δύναιντο, ταύτῃ τῇ μεθόδῳ χρώμενοι | |
5 | ἀβλαβεῖς τε ἑαυτοὺς καὶ τὴν ἰδίαν συντηροῖεν χώραν. | |
prol5 | Ταύτην Βάρδας ὁ μακαρίτης καῖσαρ, ὅσα ἐμὲ γινώσκειν, εἰς ἄκρον κατώρθωκε καὶ παντελῶς ἀφανισθεῖσαν ἀνενεώσατο—ἵνα μὴ τοὺς παλαιοὺς τῶν στρατηγῶν ἀπαριθμῶμεν καθ’ ἕκαστον, μόνους δὲ τοὺς πᾶσι γνωρίμους καὶ καθ’ ἡμᾶς—, ὃς ἐν τοῖς γειτονοῦσι τῇ Ταρσῷ θέμασι, τῇ τε Καππαδοκίᾳ καὶ τῷ Ἀνατολικῷ στρα‐ | |
5 | τηγῶν, μυριάκις τὰς τῶν Ταρσέων καὶ λοιπῶν Κιλίκων δυνάμεις ἐτραυμάτισε καὶ μέγιστα κατ’ αὐτῶν ἀνεστήσατο τρόπαια· παρ’ οὗ καὶ ἡμεῖς ταύτην γυμνασθέντες τὴν μέθοδον, τὴν ταύτης κἂν ποσῶς παρειλήφαμεν πεῖραν. | |
prol6 | Πρὸς τούτῳ καὶ Κωνσταντῖνος πατρίκιος, ᾧ Μαλεῗνος ἐπίκλησις, χρόνους πλείστους Καππαδοκῶν στρατηγήσας καὶ ταύτην συνεργὸν ἔχων, οὐκ ἐλάχιστα ἀπειργάσατο κατορθώματα. | |
prol7 | Σὺν τούτοις καὶ ὁ κύρις Νικηφόρος, ὁ ἀοίδιμος βασιλεύς, ταύτην ἄκρως μετῆλθεν, ὃς δήπου στρατηγῶν καὶ ταύτῃ χρώμενος πάμπολλα καὶ ἀξιάγαστα ἔργα πεποίηκε, μυριάκις ὡς εἰπεῖν τοὺς πολεμίους τρεψάμενος καὶ μέγιστα τούτων στρατεύματα κατακόψας· οὗ τὰς ἀριστείας, καθ’ ὃν ἐστρατήγει καιρόν, συγγράφειν ἢ ἀπαριθμεῖ‐ | |
5 | σθαι ὀχληρὸν ἔσται τοῖς ἐντυγχάνουσι διά τε τὸ ὑπερβάλλον πλῆθος καὶ τὸ παρὰ πολλῶν γινώσκεσθαι. | |
prol8 | Ὃς ταύτην ἔργῳ μεμαθηκὼς εὔχρηστον οὖσαν, ἐγγράφως πρὸς κοινὴν λυσιτέλειαν ὅπως δεῖ χρῆσθαι ταύτῃ ἐξέθετο, κἀμοὶ παρηγγύησε καθ’ | |
ὅσον οἷόν τε ἀκριβῶς περὶ αὐτῆς συγγράψαι καὶ παραδοῦναι τοῖς μεθεξῆς· μὴ μόνον δὲ περὶ ταύτης τῆς τῇ ἕῳ προσηκούσης, ἀλλὰ καὶ περὶ τῆς τῇ ἑσπέρᾳ ὠφελίμου | 35 | |
5 | καθεστηκυίας, διὰ τὸ ἐν αὐτῇ πλεῖστά τε στρατηγῆσαι καὶ πεῖραν, ὅσον οἷόν τε ἦν φύσει τῇ ἡμετέρᾳ, ἀθροῖσαι. Ἀλλὰ περὶ ἐκείνης μὲν ἰδίᾳ καὶ ἐν ἄλλοις εἰρήσεται, νυνὶ δὲ σκοπὸς ἡμῖν περὶ τῆς ἑτέρας διαλαβεῖν. Ὅθεν καὶ τὴν ἐκείνου τηρῶν ἐντολήν, συνεργῷ τῇ τοῦ Θεοῦ χάριτι χρώμενος, ἥτις ἐν ἅπασι συνεπιλαμβάνεται τοῖς καλοῖς, ὧδέ πως ἀπάρχομαι τῆς ὑποθέσεως. | |
1t | Περὶ βιγλῶν καὶ πόσον διάστημα ὀφείλουσιν ἀπ’ ἀλλήλων μία ἑκάστη διίστασθαι | |
1.1 | Τοὺς τῶν μεγάλων ἀκριτικῶν θεμάτων τὴν πρόνοιαν ἀναδεχομένους καὶ ὑπὸ τὴν αὐτῶν ἐπικράτειαν τὰς κλεισούρας ἔχοντας πάσῃ μηχανῇ καὶ προθέσει καὶ ἀγρύπνῳ ἐπιμελείᾳ προσήκει σπουδάζειν καὶ ἀγωνίζεσθαι τὰς τῶν Ῥωμαίων χώρας διαφυλάττειν τῆς τῶν πολεμίων ἐπιδρομῆς ἀσινεῖς καὶ ἀνεπηρεάστους, βιγλάτορας | |
5 | ἐφιστῶντας ῥωμαλέους καὶ ἐπιτηδείους καὶ τὰς ὁδοὺς εἰς ἄκρον ἐπισταμένους. | |
1.2 | Καὶ εἰ μὲν ὄρη εἰσὶν ὑψηλὰ καὶ δύσβατα διορίζοντα τὴν πολεμίαν, ἐν τούτοις τὰς βίγλας ἵστασθαι· ἀπέχειν δὲ τὰς στάσεις τῶν βιγλατόρων ἄχρι μιλίων γʹ ἢ δʹ. Καὶ ἡνίκα τοὺς ἐχθροὺς ἐξερχομένους θεάσονται, δρομαίως ἀπέρχεσθαι εἰς τὸ ἔτερον στασίδιον καὶ ἀπαγγέλλειν ἃ ἐθεάσαντο, κἀκείνους πάλιν πρὸς τὸ ἕτερον στασίδιον | |
5 | σπουδῇ πολλῇ· καὶ οὕτως καθεξῆς μηνύεσθαι τὰ τῶν καβαλλαρίων στασίδια εἰς τοὺς ἐφομάλους τόπους ἱστάμενα καὶ δι’ αὐτῶν ἀναμανθάνειν τὸν στρατηγὸν τὴν τῶν ἐθνῶν ἔφοδον. | |
1.3 | Καρτερεῖν δὲ αὐτοὺς ἡμέρας πεντεκαίδεκα ἐν τῇ τῶν ὁδῶν φυλακῇ, ἐπιφερομένους καὶ τὴν διαρκοῦσαν αὐτοῖς τροφὴν τῶν αὐτῶν ἡμερῶν· εἴθ’ οὕτως ἀπέρχεσθαι ἑτέρους εἰς τὴν τούτων ὑπαλλαγήν, καλῶς ἀδνουμιαζομένους καὶ εὐτρεπιζομένους παρὰ τῶν ἀρχόντων, καὶ σῴους καὶ ἀνελλιπεῖς κατὰ τὸν τυπω‐ | |
5 | θέντα ἀριθμὸν ἀποστελλομένους, καὶ μὴ δι’ αἰσχρὸν κέρδος οἴκοι καθέζεσθαι παρὰ τῶν ἀρχόντων αὐτῶν ἐαθῶσιν. | |
1.4 | Ἔξεστι δὲ τοὺς βιγλάτορας ἀφορᾶν ἐν οἷς ἄπληκτα τῶν πολεμίων ἁρμόζει γίνεσθαι· ἐκεῖ γὰρ τὰ ἄπληκτα ὡς ἐπίπαν εἴωθε γίνεσθαι ἐν οἷς ὕδωρ ἐστὶ διαρκὲς καὶ τόπος ἐφόμαλος. Ἑτέρους δὲ βλέπειν ἐν οἷς ἡ ὁδὸς ἀποτελεῖ στένωμα, ἄλλους δὲ ὅπου ποταμὸς ὑπάρχει δυσπέρατος. Καὶ τούτων οὕτως | 37 |
5 | ἀσφαλῶς φυλαττόντων οὐ δυνήσονται οἱ πολέμιοι λάθρα ποιήσασθαι τὴν ἐξέλευσιν. | |
1.5 | Ἀποστέλλειν τε πιστοὺς ἀνθρώπους καὶ ἐμπειροτάτους τοῦ ἐφορᾶν αὐτούς, εἴγε καλῶς καὶ ἀγρύπνως τὰ κατατόπια αὐτῶν διαφυλάττουσι. | |
1.6 | Καὶ οἱ τυπωθέντες βιγλάτορες σῷοι τῷ ἀριθμῷ καὶ μὴ ἐλλιπεῖς ἀπέρχωνται, καὶ μὴ καταλιμπάνωσι τὰς στάσεις αὐτῶν, ἐν αἷς βλέπειν καὶ φυλάττειν τὰς ὁδοὺς ἐτάχθησαν, μήτε χρονί‐ ζειν ἐπὶ τοῖς αὐτοῖς στασιδίοις, ἀλλ’ ἐναλλάσσειν τοὺς τόπους καὶ ἀλλαχοῦ μετα‐ | |
5 | βαίνειν, ἵνα μὴ ἐπὶ πολὺ χρονίζοντες τοῖς αὐτοῖς τόποις, διαγινωσκόμενοι εὐάλωτοι γίνωνται τοῖς ἐχθροῖς. | |
2t | Περὶ τῶν καμινοβιγλίων καὶ κατασκόπων | |
2.1 | Ἀναγκαία δὲ ἡ τῶν καμινοβιγλατόρων ὑπάρχει ὠφέλεια· καὶ χρὴ τὸν στρατη‐ γὸν καὶ τούτων πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν καὶ ἐν ἐπιτηδείοις τόποις ἐφιστᾶν τὰ καμινοβίγλια, ὅπως, ἡνίκα κίνησις τῶν ἐχθρῶν γένηται, καὶ βιγλάτορες ταύτης αἴσθωνται διὰ τῶν καμινοβίγλων, καὶ ὁ στρατηγὸς τὴν ἐξέλευσιν τῶν ἐχθρῶν | |
5 | προγινώσκῃ καὶ ποίαν ὁδὸν ἐξελθεῖν μέλλωσι, καὶ αἱ χῶραι δι’ αὐτῶν τε καὶ τῶν ἐκσπηλατόρων καταμηνυόμεναι τοῖς ὀχυρώμασι καταφεύγωσι καὶ τὰ τούτων θρέμ‐ ματα. | |
2.2 | Ἐν δὲ ταῖς ἄκραις τῶν ἀρμενικῶν θεμάτων, ἐπεὶ οἱ Ἀρμένιοι οὐ καλῶς οὐδὲ ἀσφαλῶς τὴν τῶν βιγλῶν ἐκτελοῦσι δουλείαν, ὀφειλόμενόν ἐστι φυλάττεσθαι τὸν ἀπὸ παλαιοῦ κρατήσαντα τύπον ἐν ταῖς βίγλαις τῶν Ἀρμενίων, καὶ ἀνθρώπους ἐπιλέγεσθαι καὶ ἀπογράφεσθαι ἐπιτηδείους, λαμβάνοντας μισθὸν ἀπὸ τοῦ στρατοῦ | |
5 | ἐπισωρευόμενον, ὑπὲρ ὧν ὁ τοιοῦτος στρατὸς τῇ τῶν βιγλῶν λειτουργίᾳ ὑπηρετεῖν | |
ὤφειλεν, ὡσαύτως καὶ ἀννώναν ἑκάστῳ μηνὶ τὴν τετυπωμένην, καὶ ὑπαλλάττειν αὐτοὺς καθ’ ἕκαστον μῆνα καὶ δι’ αὐτῶν τὰς ὁδούς, ἐν αἷς οἱ πολέμιοι ἐξέρχονται, φυλάττειν ἀσφαλῶς. | 39 | |
2.3 | Ἀλλ’ ἐπεὶ οὐδὲ αὐτοὶ οἱ μετὰ μισθοῦ καὶ ἀννώνας, Ἀρμένιοι ὄντες, καλῶς τῇ τῶν βιγλῶν ὑπηρετοῦσι δουλείᾳ, ἀπὸ τῶν ἀποστελλομένων κατα‐ σκόπων χρὴ τὰς κινήσεις τῶν φοσσάτων ἀναμανθάνειν, καὶ τραπεζίτας ἐπιλέγεσθαι γενναίους καὶ ἀνδρείους, οὓς οἱ Ἀρμένιοι τασιναρίους καλοῦσι, καὶ ἐν ματρικίοις | |
5 | ἀπογράφεσθαι καὶ ἀρχηγοὺς ἐν αὐτοῖς ἐφιστᾶν, οἷς πρὸς τῇ ἀνδρείᾳ καὶ πολλὴ ἐμπειρία τῶν ὁδῶν καὶ τῶν τῆς Συρίας χωρῶν πρόσεστι, καὶ τούτους διηνεκῶς ἀποστέλλειν τοῦ κατέρχεσθαι εἰς τὰς τῶν πολεμίων χώρας καὶ καινοτομεῖν αὐτὰς καὶ βλάπτειν, καὶ εἴ που δυνηθῶσί τινας κατασχεῖν τῶν πολεμίων καὶ πρὸς τὸν τὴν ἀρχὴν διέποντα στρατηγὸν ἀποκομίζειν, ὅπως δι’ αὐτῶν τὰς τῶν ἐχθρῶν κινήσεις | |
10 | καὶ βουλὰς ἀναμανθάνῃ. | |
3t | Περὶ κινήσεως ἐχθρῶν καὶ τοῦ προκατασχεθῆναι τὰς δυσχωρίας | |
3.1 | Ἀναδιδασκόμενος δὲ ὁ στρατηγὸς τὰς τῶν ἐχθρῶν κινήσεις, ὀφείλει καὶ αὐτὸς τὸν ἴδιον λαὸν ἐπισυνάγειν καὶ ἐξοπλίζειν, καὶ πρὸς τὰς ἄκρας παραγίνεσθαι, καὶ τὸ πεζικὸν ἅπαν ἐπισυνάγειν πρὸς τὴν ὁδὸν καθ’ ἣν ὁρμήσουσιν οἱ πολέμιοι ἐξελθεῖν. Καὶ εἰ μὲν μετ’ ὀλίγης δυνάμεως τοὺς ἐχθροὺς ἐξέρχεσθαι ἀναμάθωσι, | |
5 | σπευσάτω προσυπαντῆσαι αὐτοῖς καὶ καταπολεμῆσαι μετὰ τοῦ πεζικοῦ λαοῦ καὶ τῶν ἱππέων, εἴγε τὸ τῶν πεζῶν στράτευμα συναγαγεῖν καὶ συστῆσαι δεδύνηται. | |
3.2 | Καὶ ἐπεὶ εἰς τὰ στενώματα καὶ τὰς δυσχωρίας ἐπιτηδειότερός ἐστιν ὁ μετὰ τῶν πεζῶν πόλεμος, δέον ἐστὶ προκαταλαμβάνειν καὶ κατέχειν τὰ ὑψηλότερα τῶν ὀρῶν μετ’ αὐτῶν, καὶ ἐξ ἀμφοτέρων μέρων, εἴπερ ἡ θέσις τοῦ τόπου ἐστὶν ἐπιτήδειος, τὰς πεζικὰς διιστᾶν παρατάξεις, ἐν οἷς δὲ ἱππέων ἁρμόζει πόλεμον γίνεσθαι, συνεῖναι | |
5 | τοῖς πεζοῖς καὶ ἱππεῖς, ἵνα τὴν τοιαύτην παρασκευὴν καὶ κατάσχεσιν τῶν στενω‐ μάτων ἀκούοντες οἱ πολέμιοι ἢ τῆς ὁρμῆς ἐπισχῶσιν τὴν φορὰν ἢ καταγωνισθῶσι Θεοῦ συνεργίᾳ. Ὅπου δὲ οὐκ ἐξ ἀμφοτέρων τῶν μερῶν ἡ τοῦ τόπου θέσις προσβαλεῖν | |
πόλεμον ἁρμόζει, ἀλλ’ ἐξ ἑνός, ὡσαύτως κἀκεῖνο ὑπερέχον τὸ μέρος προκατασχεῖν δεῖ. | 41 | |
3.3 | Ἐν οἷς δὲ τὴν προσβολὴν τοῦ πολέμου ἀφ’ ὑψηλοῦ βουνοῦ τὸ τοῦ τόπου ἀνεπιτήδειον γενέσθαι διακωλύει, ἀλλὰ μικρόν τι προσανωφερής ἐστιν ἡ ὁδὸς καὶ τραχεῖα, ἔχουσα καὶ ῥύακας, καὶ ὡς ἐκ τούτων στενωτάτην καὶ αὐτὴν εὑρίσκεσθαι, χρὴ τὴν τῶν πεζῶν παράταξιν ὡσαύτως ἀπὸ τῶν ὑψηλοτέρων παρασκευάζειν καὶ | |
5 | τὴν ὁδὸν κρατεῖν καὶ ἀποφράττειν δι’ ὁπλιτῶν ἀσπιδηφόρων καὶ ἀκοντιστῶν, ὄπισθεν δὲ τούτων τοὺς ἐκ χειρῶν λίθους βάλλοντας, σὺν αὐτοῖς δὲ καὶ τοξότας καὶ σφενδονήτας, καὶ μετὰ τὴν πρώτην παράταξιν καὶ δευτέραν ἑπομένην αὐτῇ παρα‐ σκευάζειν, ἑκατέρωθεν δὲ τῆς παρατάξεως τῆς φυλαττούσης τὴν μέσην ἀκοντιστὰς καθιστᾶν, ψιλούς τε καὶ σφενδονήτας. | |
3.4 | Εἰ δὲ καὶ ἑτέρας ὁδοὺς λέγεται εἶναι δεξιὰ καὶ εὐώνυμα τῆς παρατάξεως τῆς φυλαττούσης τὴν δημοσίαν ὁδόν—μὴ σύνεγγυς ἀλλὰ πόρρωθεν, ἃς οἱ ἀκρῖται ἀτραποὺς καλοῦσι—, δέον καὶ ταύτας κρατεῖσθαι μετὰ πεζῶν καὶ φυλάττεσθαι ἀσφαλῶς, μή ποτε μανθανόντων τῶν | |
5 | πολεμίων τὴν δημοσίαν ὁδὸν ἐν ἀσφαλείᾳ κρατεῖσθαι μετὰ πλήθους λαοῦ εἰς ἑτέραν τῶν ἐκ πλαγίων ὁρμήσωσι καί, εἰ μὴ καλῶς καὶ ἀσφαλῶς φυλάττηται, εὕρωσιν ἐκεῖθεν πάροδον καὶ γενηθῶσιν ἐκ πλαγίου ἢ καὶ ἐκ νώτου τῶν παρατάξεων καὶ περισπασμὸν καὶ φόβον τῷ ῥωμαϊκῷ στρατῷ προξενήσουσιν. | |
3.5 | Ἀμφοτέρων δὲ ἀσφαλῶς φυλαττομένων, ἢ πρὸς μάχην τῶν πολεμίων ὁρμώντων Θεοῦ συνεργίᾳ καταισχυνθήσονται, ἢ ὀρρωδίᾳ κατασχεθέντες δι’ ἄλλης ὁδοῦ, πολλῶν ἡμερῶν διάστημα ἀπεχούσης, τὴν ὁρμὴν ποιήσονται. Καὶ ὡς ἐντεῦθεν δύο κακὰ προσγέ‐ | |
5 | νωνται τοῖς ἐχθροῖς· ἓν μὲν ταλαιπωρηθῆναι τῷ τῶν πολλῶν ἡμερῶν διαστήματι καταλιποῦσι τὰ τούτων ἄπληκτα καὶ τὴν εὐθεῖαν ὁδόν, ἕτερον δέ—τὸ καὶ ἀπώλειαν αὐτοῖς ἐπάγον—τὸ αὐτοὺς μὲν δειλανδρῆσαι καὶ ἀθυμίᾳ ὑποβληθῆναι, τοὺς δὲ Ῥωμαίους προθυμωτέρους καὶ εὐτολμωτέρους πρὸς τὸν κατ’ αὐτῶν πόλεμον γενέσθαι. | |
3.6 | Οἷον δὴ καὶ ἐν τοῖς ἄνω χρόνοις Ἀλῇ τῷ υἱῷ τοῦ Χαμβδᾶ ἐκ τρίτου παθεῖν συμβέβηκεν· δὶς μὲν ἐν τοῖς χρόνοις τοῦ ἀοιδίμου καὶ τρισμάκαρος Κωνσταντίνου | |
τοῦ Πορφυρογεννήτου βασιλέως, ἅπαξ δὲ ἐπὶ τοῦ καλοῦ βασιλέως Ῥωμανοῦ, τοῦ μακαρίτου υἱοῦ αὐτοῦ. Καὶ πάντες σχεδὸν τὴν τότε γεναμένην πανωλεθρίαν τῶν | 43 | |
5 | ἀρνητῶν τοῦ Χριστοῦ ἀκριβῶς ἐπίστανται· ἀλλὰ καὶ ὁ λαὸς τῶν Ταρσέων καὶ τῆς τῶν Κιλίκων χώρας ἐν διαφόροις τόποις τῶν στενωμάτων παρὰ τῶν τότε τῆς ἄκρας προνοουμένων στρατηγῶν κατετροπώθησαν. | |
4t | Περὶ τοῦ ποιεῖσθαι λάθρα τὰς κατὰ τῶν ἐχθρῶν ἐπιθέσεις, καὶ περὶ τοῦ προσυπαντᾶν τοὺς πολεμίους πρὸς τὴν ἰδίαν ἐπαναστρέφοντας | |
4.1 | Χρὴ δὲ καὶ τοῦτο διὰ σκοποῦ καὶ μελέτης ἔχειν τὸν στρατηγὸν καὶ πᾶσαν σπουδὴν τίθεσθαι, λάθρα καὶ ἀδοκήτως, εἰ οἷόν τε, τὰς τῶν ἐχθρῶν ἐπιθέσεις ποιεῖσθαι· τοῦ γὰρ τοιούτου ἐπιτηδεύματος τυγχάνων ὁ στρατηγός, καὶ μετ’ ὀλι‐ γοστοῦ λαοῦ πολλοὺς τῶν πολεμίων κατατροπώσεται. | |
4.2 | Εἰ δέ, ὡς ἀνωτέρω δεδήλωται, καὶ τόπου ἐπιτύχῃ ἐν τοῖς στενώμασιν ἐκ δύο μερῶν τὸν κατὰ τῶν ἐχθρῶν πόλεμον τὸ ἐπιτήδειον ἔχοντος, ἀδιστάκτως ἔχεσθαι τοῦ πολέμου· καὶ καλῶς συντάσσων τὸν ὑπ’ αὐτὸν λαὸν Θεοῦ συνεργίᾳ κατὰ κράτος τοὺς πολεμίους | |
5 | τροπώσεται. | |
4.3 | Πλὴν κατὰ πολύ ἐστι λυσιτελέστερον καὶ ἁρμοδιώτερον, ὑπὲρ τοῦ προσυπαντᾶν τοὺς πολεμίους μέλλοντας ἐξιέναι κατὰ Ῥωμανίας, ὅτε μᾶλλον ἀπὸ τῶν ἡμετέρων χωρῶν πρὸς τὴν ἰδίαν ἐπαναστρέφουσι· τότε γὰρ διὰ τὸ ἐπὶ πολὺ χρονοτριβῆσαι αὐτοὺς ταῖς ῥωμαϊκαῖς χώραις, μεγάλως συντρίβονται καὶ ταλαιπω‐ | |
5 | ροῦνται. Εἰ τύχῃ δὲ καὶ πλῆθος πραγμάτων καὶ ἀνδραπόδων ἐπιφέρονται καὶ κτηνῶν, καὶ αὐτοί τε καὶ οἱ ἵπποι αὐτῶν κατάκοποι ὄντες ἐν καιρῷ πολέμου ἐκλελυμένοι εὑρίσκονται, σπεύδοντες καὶ ἐπιθυμοῦντες τάχιον τὴν ἰδίαν καταλήψεσθαι χώραν. | |
4.4 | Ἄλλως τε δὲ καὶ τὰ τῶν Ῥωμαίων στρατεύματα ἐν τῇ τῶν ἡμερῶν παρατάσει οὐ μόνον τὰ πλησίον τῶν κλεισουρῶν τάχιον ἐπισωρεύονται, ἀλλὰ καὶ τὰ πόρρω τυγχάνοντα· καὶ εἰς πλῆθος ἐπισυνίστανται ἱκανόν, καὶ καλῶς πρὸς πόλεμον καὶ ἐξαρτύονται καὶ παρασκευάζονται. Καὶ τότε μᾶλλον, καθάπερ προέφημεν, καὶ ἐν | |
5 | ἡμέρᾳ καὶ ἐν νυκτὶ ὁ κατ’ αὐτῶν πόλεμος ἀδίστακτον ἔχει τὴν νίκην. | |
4.5 | Διὸ χρὴ τὸν στρατηγὸν μηδέπω ἐν τῇ ὑποστροφῇ καταλιμπάνειν. Τὸ δὲ ἐν τῇ ἐξελεύσει τῶν πολεμίων παρασκευάζεσθαι προσυπαντᾶν αὐτοὺς πρὸς πόλεμον ἐν τοῖς στενώμασιν | |
ἀνεπιτηδειότερον μέν ἐστι, καὶ εἰς μάτην ἴσως τὸν κόπον συνέβῃ γίνεσθαι διὰ τὸ | 45 | |
5 | μὴ οὕτως συντόμως δι’ ὀλίγων ἡμερῶν δύνασθαι τὸ πεζικὸν συναθροισθῆναι στρά‐ τευμα καὶ καλῶς παρασκευασθῆναι. Ἄλλως τε δὲ καὶ οἱ πολέμιοι, ἀκμῆτες ὄντες καὶ ἀπαρόπλιστοι, δυσκαταγώνιστοι ἔσονται. | |
4.6 | Κατὰ τοῦτο δὲ τὸ ὠφέλιμον ἔχει καὶ χρήσιμον, καθὸ ἐμφόβους αὐτοὺς γίνεσθαι, ὁσάκις ἂν βουληθῶσιν ἐξελθεῖν, τῇ κατασχέσει τῶν στενωμάτων, καὶ τὴν μετ’ ὀλίγον ἐκκοπεῖν κατὰ τῶν ῥωμαϊκῶν θεμάτων συνεχῆ ἐξέλευσιν. | |
5t | Περὶ προκατασχέσεως ὑδάτων τῶν ἐν τοῖς στενώμασιν ὄντων | |
5.1 | Ἐν οἷς δὲ τόποις τῶν στενωμάτων καὶ κλεισουρῶν πρὸς πόλεμον ὁ στρατηγὸς παρασκευάζεται, εἴπερ ἐν τούτοις πηγή ἐστιν ὕδωρ βρύουσα, ὑπὸ τοῦ ἰδίου λαοῦ ταύτην σπουδάσει κατασχεθῆναι, ὥστε τὸ ἐκεῖθεν ὕδωρ τὸν λαὸν ἀπαρύεσθαι. Εἰ δὲ τύχῃ ὀλιγοστὸν εἶναι, σπουδάσει μὴ ἐπιθολοῦσθαι τοῦτο, καὶ οὐ μικρὰ ὡς ἐκ τούτου | |
5 | λύπη τὸν λαὸν καὶ ἀνάγκη ἐπισυμβήσεται. Πηγῆς δὲ ἔγγιστα μὴ οὔσης, ἐξ ἧς τὴν πόσιν καὶ ἀναψυχὴν ὁ λαὸς ἐφευρίσκει, καὶ μάλιστα ἐν καιρῷ θέρους, ἀσκοὺς διορισάτω ἐν ἑκάστῃ ἑκατονταρχίᾳ δέκα ἐπιφέρεσθαι καὶ δι’ αὐτῶν τὸ ὕδωρ ἐπικομίζεσθαι καὶ ἐν ὥρᾳ τῆς μάχης εἰς πόσιν καὶ ἀναψυχὴν τοῖς ἐν τῷ πολέμῳ ἀγωνιζομένοις ἐπιχω‐ ρηγεῖσθαι. | |
5.2 | Ἀλλὰ περὶ μὲν τῶν ἐν τοῖς στενώμασι μελλόντων πρὸς πόλεμον ἐξαρτύεσθαι ἱκανῶς εἰρήσθω. Εἰ δὲ καὶ νυκτοπόλεμον δεήσει ἐν ταῖς τοιαύταις δυσχωρίαις γενέσθαι, καὶ τοῦτο πάνυ ὠφέλιμον· ἀλλὰ περὶ μὲν τούτων ἐν ἑτέρᾳ διηγήσει δηλώσω, τῆς δὲ παραδρομῆς ἄρξομαι τὴν εἰσήγησιν, ἥτις ἐπωφελὴς καὶ | |
5 | ἀναγκαία τυγχάνουσα δι’ ὀλίγου καὶ εὐαριθμήτου λαοῦ πολλὰ τῶν πολεμίων πλήθη ἀπρακτεῖν παρασκευάζει, Θεοῦ δὲ νεύσει ὡς τὰ πολλὰ καὶ καταγωνίζεται. | |
6t | Περὶ παραδρομῆς τῶν μονοκούρσων καὶ στοχασμοῦ τῆς τοῦ λαοῦ αὐτῶν ποσότητος | |
6.1 | Τὰ τῶν πολεμίων κοῦρσα τὰ λεγόμενα μονόκουρσα ἀπὸ τῆς ἰδίας χώρας ἐξερχόμενα, πεζῶν ἄνευ, ἔθος αὐτοῖς σπουδῇ τὴν πορείαν ποιεῖσθαι καὶ μηδαμοῦ | |
ἀπληκεύοντας τὴν ὅλην νύκτα διαβιβάζειν, ἀλλὰ πρὸς μικρὸν τοὺς ἵππους διαναπαύειν πρὸς τὸ τὰς ταγὰς καὶ μόνον τούτοις ἐπιδοῦναι· ὡς ἐπίπαν γὰρ τὰ μονόκουρσα | 47 | |
5 | μετ’ ὀλιγοστοῦ καὶ ἐκλεκτοῦ λαοῦ τὴν ἐξέλευσιν ποιοῦνται, σπεύδουσι δὲ τάχιστα καταλαβεῖν ἐν οἷς χωρίοις τὴν ἐπίθεσιν καὶ ἐκδρομὴν ἐβουλεύσαντο ποιῆσαι. | |
6.2 | Τοῦ οὖν στρατηγοῦ παρά τε τῶν καμινοβιγλίων καὶ τῶν βιγλατόρων τὴν τούτων ἐξέλευσιν ἀναμανθάνοντος, σπουδῇ πολλῇ τὰ ἐν ταῖς ἄκραις καταλαμβανέτω χωρία, προαπο‐ στέλλων τουρμάρχην εἴτε ἕτερον ἄρχοντα τῶν ἐμπειροτάτων καὶ χρησίμων μετὰ | |
5 | ἐκλεκτῶν ἀρχόντων καὶ καλοϊππαράτων τοῦ προσυπαντῆσαι καὶ μετὰ ἐμπειρίας τούτους θεάσασθαι καὶ παραμεῖναι καὶ τῷ στρατηγῷ καταμηνύειν ἐν ᾧ τόπῳ κατέλαβον, εἰ δυνατὸν διασκοπεῖν καὶ τὴν τοῦ λαοῦ αὐτῶν ποσότητα. | |
6.3 | Οὐ μόνον γὰρ ἀπὸ τῆς θέας δυνατόν ἐστιν ἀριθμῆσαι αὐτοὺς καὶ καταστοχάσασθαι, ἀλλὰ καὶ ἐκ τῆς τούτων ὁπλῆς· πλῆθος γὰρ χόρτου ἐρημίαις ὑπάρχον καὶ τοῖς ποσὶ τῶν ἀλόγων καταπατούμενον, οἱ τῶν ἀνδρῶν ἐμπειρότατοι δύνανται ἐκ τούτου τὴν τοῦ | |
5 | λαοῦ ποσότητα, εἰ καὶ μὴ ἀκριβῶς, καταστοχάσασθαι· ὡσαύτως δὲ καὶ ἐν τοῖς τῶν ποταμῶν περάμασιν, ἀκριβέστερον δὲ καὶ ἀπὸ τῶν τούτων ἀπλήκτων, ἡνίκα ἐκεῖθεν ἀπαίρουσιν. | |
6.4 | Ὁ δὲ στρατηγός, τοῦ κούρσου τῶν πολεμίων ἄφιξιν ἀναμανθάνων καὶ τῶν χωρίων ἐν οἷς τὰς ἐκδρομὰς ποιήσασθαι μέλλουσι στοχασάμενος, πλησίον τούτων γινέσθω καί, ἐν ἐπιτηδείῳ τόπῳ ἑαυτὸν ἀποκρύψας μετὰ τοῦ λαοῦ αὐτοῦ, βίγλας τε καβαλλαρίων πανταχοῦ ἀποστείλας, ἡνίκα περὶ αὐτῶν καταμηνυθείη, καὶ | |
5 | θεαθῶσιν ἐξελαύνοντες καὶ διασκορπιζόμενοι, ἐξέλθῃ εἰς τὸ σκόρπισμα, καὶ τούτοις ἐντυγχάνων ἀπόνως αὐτοὺς καταγωνίσεται. | |
6.5 | Εἰ δὲ συμβῇ τινας τῶν χωριτῶν κρατηθῆναι παρ’ αὐτῶν πρὸ τοῦ ἐξελάσαι καὶ ἀναμαθεῖν τήν τε τοῦ στρατηγοῦ παρουσίαν καὶ τὴν τῶν χωρίων ἐκσπήλευσιν, καὶ οὐ θαρρήσουσιν ἐξελάσαι, ἄπρακτοι σπουδαίως πρὸς τὴν ἰδίαν ὑποστρέψουσι χώραν, μόνον τὸν κόπον καὶ τὴν συντριβὴν | |
5 | καὶ ταλαιπωρίαν ὑποστάντες. | 49 |
7t | Περὶ συναθροίσεως καὶ κινήσεως φοσσάτου καὶ περὶ τοῦ παραχωρεῖν τοὺς πραγματευτὰς εἰσέρχεσθαι καὶ κατασκοπεῖν | |
7.1 | Παρασκευὴν δὲ καὶ κίνησιν μεγάλου φοσσάτου ἀκούων, ἐν ᾧ καιρῷ μάλιστα εἰώθει τὰ μεγάλα συναθροίζεσθαι φοσσᾶτα, ἤγουν τῷ Αὐγούστῳ μηνί—ἐν γὰρ τῷ τοιούτῳ καιρῷ ἀπό τε Αἰγύπτου, Παλαιστίνης τε καὶ Φοινίκης καὶ τῆς Κοίλης Συρίας πλήθη ἀνήρχοντο ἐν Κιλικίᾳ καὶ ἐν ταῖς χώραις Ἀντιοχείας, τοῦ Χάλεπε, | |
5 | καὶ προσλαμβάνοντες καὶ Ἄραβας τῷ Σεπτεμβρίῳ μηνὶ τὴν κατὰ Ῥωμαίων ἐποι‐ οῦντο ἐξέλευσιν—, ἐν τῷ τοιούτῳ τοίνυν καιρῷ, ὅτε ἡ συνάθροισις τοῦ φοσσάτου τῶν πολεμίων μέλλει γίνεσθαι, συνεχέστερον τοὺς τραπεζίτας ἀποστέλλειν ἤτοι τὰ τασινάκια καὶ κατασκόπους πλείστους τῶν χρησίμων καὶ πιστῶν. | |
7.2 | Παραχωρεῖν δὲ καὶ πραγματευτὰς εἰσέρχεσθαι, προσποιεῖσθαι δὲ καὶ φιλίαν πρὸς τοὺς κρατοῦντας ἀμηράδας τῶν ταῖς ἄκραις ἡμῶν παρακειμένων κάστρων, καὶ γράφειν πρὸς αὐτοὺς καὶ ἀνθρώπους μετὰ κανισκίων ἀποστέλλειν, ὅπως διὰ τῆς πολυειδοῦς ταύτης | |
5 | πολυπραγμοσύνης δυνηθῇ σαφῶς ἀναδιδάσκεσθαι τὰς τῶν πολεμίων βουλὰς καὶ μελέτας καὶ τὰ πλήθη τῶν ἐπισωρευομένων φοσσάτων, ἱππέων τε καὶ πεζῶν, καὶ τοὺς τούτων ἀρχηγοὺς καὶ ἐν ποίαις χώραις τὴν ἐπέλευσιν ποιεῖν βούλονται. | |
7.3 | Καταμηνυόμενος δὲ τὴν τοῦ φοσσάτου ἀποκίνησιν καὶ διὰ ποίας ὁδοῦ τὴν ἐξέλευσιν κατὰ Ῥωμανίας ποιεῖσθαι μέλλει, ἐπισυνάγειν ἅπαντα τὰ στρατεύματα καὶ πρὸς τὰς ἄκρας παραγίνεσθαι, ἀποστέλλειν δὲ τουρμάρχην ἐμπειρότατον εἴτε ἕτερόν τινα τῶν μεγάλων καὶ χρησίμων ἀρχόντων μετὰ ἱππέων ἐπιλέκτων προσυπαντῆσαι | |
5 | τοῖς πολεμίοις πρὸ τοῦ τὴν εἰσβολὴν εἰς τὰς ἡμῶν χώρας ποιήσασθαι, ἵνα καὶ ἐπα‐ κολουθῶσιν αὐτοῖς καὶ παραμένωσι καὶ τὰς ἀποκινήσεις αὐτῶν τῷ στρατηγῷ καταμηνύωσιν. | |
8t | Περὶ παραμονῆς φοσσάτου καὶ ἀκολουθήσεως | |
8.1 | Ἡ δὲ παραμονὴ αὐτῶν οὕτως ὀφείλει γίνεσθαι. Τοῦ στρατηγοῦ μετὰ παντὸς | |
τοῦ λαοῦ ἐν ἐπιτηδείῳ καὶ ὀχυρῷ τόπῳ παρατρέχοντος, καὶ τῶν χωρίων διὰ τῶν ἐκσπηλατόρων φυγαδευομένων ἐν τοῖς κάστροις ἤ, μὴ ὄντων κάστρων, ἐν ὄρεσιν ὑψηλοῖς καὶ ὀχυρωτάτοις καὶ ἀνεπιβουλεύτοις, ὁμοίως καὶ πάντα τὰ κτήνη αὐτῶν, | 51 | |
5 | δέον ἀποστέλλειν καὶ τὸν ὀφείλοντα παραμένειν ἀπὸ δευτέρας ὥρας ἢ καὶ τρίτης τῆς ἡμέρας. | |
8.2 | Καὶ εὐχὴν λαμβάνοντα τοῦ στρατηγοῦ, ἀναλαμβάνεσθαι τὸν λαὸν αὐτοῦ καὶ τοὺς παρασυρτάτους καὶ ὁρμᾶν πρὸς τὴν ὁδόν, καθ’ ἣν οἱ πολέμιοι διέρχονται, τὴν ἀποσκευὴν αὐτοῦ καὶ τοὺς παριππαράτους καταλιμπάνων μετὰ τοῦ στρατηγοῦ, μηδὲν ἄλλο ἐπιφερομένους ἢ μιᾶς ἡμέρας τροφήν, καὶ αὐτὴν μετὰ | |
5 | ἐνδείας, ἄρτους μόνους καὶ τυρὸν ἢ καὶ τάριχα, καὶ τὰς τῶν ἵππων καὶ ἡμιόνων ταγάς. | |
8.3 | Εἰς χωρίον δὲ ἀπληκεύων τάς τε χρείας καὶ τὴν τῶν ἀλόγων τροφὴν ἐφευρίσκων, διαναπαυσάτω ἐκεῖσε τὸν λαὸν αὐτοῦ καὶ τὴν τῶν ἀλόγων τροφὴν τῆς ἡμέρας, βίγλας κρατῶν ἐν ὑψηλοτέροις τόποις. Καὶ αὐτὸς ἐκεῖνος ὁ τοῦ λαοῦ ἀρχηγὸς ἐν περιωπῇ ὑψηλοτάτῃ ἀνερχόμενος, ἀποσκοπεῖν καὶ βλέπειν κονιορτοὺς | |
5 | τῶν πολεμίων καὶ καπνούς, καὶ ὡς ἐκ τούτου κατανοεῖν καὶ στοχάζεσθαι ἐν οἷς διέρχονται καὶ ἀπληκεῦσαι μέλλουσιν· ὑπὸ γὰρ τῶν ἐμπείρων ἀνδρῶν καὶ οἱ τόποι ἐφ’ οἷς προσήκει ἄπληκτα γίνεσθαι διαγινώσκονται. Ἡνίκα δὲ αἴσθονται τοῦ τόπου ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, παραυτίκα δηλοῦσι τῷ στρατηγῷ περὶ τούτου. | |
8.4 | Κἀκεῖνος μετὰ τοῦ ἰδίου στρατοῦ, θώρακας ἀμπεχομένων καὶ τὰ λεγόμενα ἐπα‐ νωκλίβανα μὴ λευκὰ ὄντα, ἐπὶ χεῖρας ἕκαστος τὸ μεταχειριζόμενον ὅπλον κατέχων, τὴν ὁδοιπορίαν ποιείτω. Τοῦ δὲ ἡλίου ὑποκλίναντος καὶ τῶν εἰς λείαν ἐκ τοῦ φοσσάτου ἐξερχομένων πολεμίων ὑποστρεφόντων πρὸς τὰς σκηνὰς αὐτῶν καὶ τὰ φοῦλκα τὰ | |
5 | τούτους φυλάττοντα, τότε συνεισέρχεσθαι καὶ αὐτὸν καὶ πλησιάζειν τῷ τῶν ἐχθρῶν φοσσάτῳ. Μετὰ σκοποῦ δὲ ὁδοιπορείτω καὶ προσοχῆς ἀκριβοῦς καὶ λαθραίως, καὶ ἑαυτὸν ὑποκρυπτέτω τοῦ μὴ θεαθῆναι παρὰ τῶν πολεμίων. Νυκτὸς δ’ ἤδη κατα‐ λαμβανούσης πλησίον γενέσθω τοῦ ἀπλήκτου. | |
8.5 | Καὶ εἰ μὲν ἐστὶ βουνὸς ὑψηλός, | |
ἐν ᾧ ηὐλίσαντο οἱ πολέμιοι, ἐξ ἑνὸς μέρους ἢ καὶ ἐκ δύο πλησίον τοῦ ἀπλήκτου αὐτῶν, ἀπόνως τὴν παραμονὴν ἐν ἐκείνῳ τῷ τόπῳ φυλάξουσιν· ἀποβάντες γὰρ τῶν ἵππων καὶ πεζῇ ἐν τῷ βουνῷ ἀνερχόμενοι ἄνδρες δύο τῷ ἀριθμῷ ἢ καὶ τρεῖς | 53 | |
5 | καὶ πλησιάζοντες τῷ ἀπλήκτῳ, ἀπὸ τῶν ὑψηλῶν ἐκείνων καὶ ὀχυρωτάτων βουνῶν, τῶν μὴ δυναμένων ἄνοδον εὐχερῆ παρέχειν τοῖς πολεμίοις, ὁρᾶν τὸ φοσσᾶτον καὶ τὰς φωνὰς τοῦ λαοῦ ἐνωτίζεσθαι καὶ τοὺς τῶν ἵππων καὶ ἡμιόνων χρεμετισμούς. Ἀποστέλλειν δὲ καὶ ἕτερα τέσσαρα τετράδια ἵστασθαι ἐφίππους καὶ αὐτοὺς ἔνθεν κἀκεῖθεν τοῦ φοσσάτου ἀπ’ ἀλλήλων διακεχωρισμένα, ὥστε καὶ αὐτοὺς ἀκούειν τοὺς | |
10 | χρεμετισμοὺς τῶν ἵππων καὶ ἡμιόνων καὶ τὴν τοῦ λαοῦ ὀχλαγωγίαν. | |
8.6 | Εἰ δὲ ἐν τῷ τοῦ ἀπλήκτου τόπῳ τοιοῦτος ὀχυρώτατος βουνὸς οὐκ ἔστι, καὶ ὡσαύτως τέσσαρα τετράδια ἀποστέλλεσθαι τοῦ ἔνθεν κἀκεῖθεν τοῦ φοσσάτου ἡσύχως ἵστασθαι, καὶ σύσσημα παρέχειν ἀλλήλοις σημαντικὰ ὑποχωρήσεως, εἴγε δεήσοι, εἴτε διὰ | |
5 | συρισμοῦ, εἴτε διὰ λόγου καὶ ἐπιλαλιᾶς. Ὑπαλλάττεσθαι δὲ αὐτοὺς παρ’ ἑτέρων, εἴτε δεύτερον τῇ νυκτὶ ἢ καὶ ἅπαξ, πρὸς τὸ καὶ αὐτοὺς καὶ τοὺς ἵππους αὐτῶν διανα‐ παύεσθαι. Ἀπέρχεσθαι δὲ τουρμάρχην—εἴτε ἑτέρα τις κεφαλή—εἰς τὴν τούτων ὑπαλλαγήν, καὶ ἐπιβλέπειν ποῦ καὶ πῶς ἵστανται, καὶ τοὺς ἀντ’ ἐκείνων πάλιν καλῶς ἐφιστῶν ὑποστρέφειν ἐν ᾧ καὶ ἵστατο πρότερον. | |
8.7 | Ταραχῆς δὲ ἐξακουομέ‐ νης κίνησιν δηλούσης τοῦ κούρσου, τὰ τέσσαρα τετράδια μικρὸν ἀναποδιζέτωσαν, μὴ μέντοι δὲ μακρόθεν γινέσθωσαν, τῷ δὲ τουρμάρχῃ μηνυέτωσαν τὴν τῶν πολεμίων ἀποκίνησιν. Αὐτὸς δὲ μηνυέτω τῷ στρατηγῷ δι’ οἵας ὁδοῦ τὴν ὁρμὴν ἐποιήσαντο | |
5 | καὶ ἐν οἵᾳ ὥρᾳ, ἵνα τὸν καιρὸν καὶ τὴν ὥραν τῆς ἀποκινήσεως αὐτῶν ἀναμανθάνων ὁ στρατηγὸς δύναται στοχάσασθαι ἐν οἵοις χωρίοις καταλάβωσιν ἄχρι πρωΐας. | |
8.8 | Οἱ δὲ ἀποστελλόμενοι παρὰ τοῦ τουρμάρχου καταμηνῦσαι τῷ στρατηγῷ, ἐν ᾧ τόπῳ ὁ στρατηγὸς ηὐλίζετο, τὴν τοῦ κούρσου ἀποκίνησιν, ἐπὰν οὐχ εὑρήσωσιν ἐκεῖσε αὐτὸν ἀλλ’ ὑποδοχαρίους τοὺς παρ’ αὐτοῦ καταλειφθέντας, δέον ἐν ἐκείνῳ τῷ τόπῳ γενομένους φωνῆσαι· τοὺς δὲ ὑποδοχαρίους ἀκριβῶς διασκοπουμένους, | |
5 | ἡνίκα τῆς φωνῆς αἴσθονται, ἑνωθῆναι καὶ διὰ τάχους τῷ στρατηγῷ τούτους προσάξαι εἴτε εἰς ἑτέρους πάλιν ἀγαγεῖν ὑποδοχαρίους, τοῦ στρατηγοῦ ἴσως πάλιν μετακινή‐ σαντος. Χρὴ γὰρ αὐτόν, εἴτε ἅπαξ, εἴτε καὶ δὶς ἐν νυκτὶ μεταπληκεύειν διὰ πολλὴν ἀσφάλειαν, πρὸς τὸ μὴ ὑπὸ τῶν πολεμίων ἐνεδρευθῆναι, ἔχειν δὲ αὐτὸν καὶ βίγλας | |
διπλᾶς εἰς φυλακὴν αὐτοῦ ἀσφαλεῖς. | 55 | |
9t | Περὶ τῆς κινήσεως τοῦ κούρσου καὶ ἀκολουθήσεως | |
9.1 | Τοῦ στρατηγοῦ τοίνυν τὴν κίνησιν τοῦ κούρσου ἀναμανθάνοντος, παραυτίκα καὶ ἕτερον ἄρχοντα μεθ’ ἱππέων ἐκλεκτῶν, ὑποτασσόμενον τῷ τουρμάρχῃ τῷ ἀκο‐ λουθοῦντι τῷ κούρσῳ, ἀποστέλλειν πρὸς αὐτόν, ἔχων μεθ’ ἑαυτοῦ ὁ ἀποστελλόμενος ἕνα τῶν παρὰ τοῦ τουρμάρχου πεμφθέντων καταμηνῦσαι τὴν τοῦ κούρσου κίνησιν | |
5 | τῷ στρατηγῷ τοῦ παρ’ αὐτοῦ ὁδηγηθῆναι εἰς τὸ εὐχερῶς ἑνωθῆναι. | |
9.2 | Καὶ αὐτὸς δὲ ὁ στρατηγὸς ὄπισθεν τοῦ ἀποστελλομένου ἄρχοντος ἀποκινησάτω μετὰ τοῦ ὑπ’ αὐτὸν λαοῦ καὶ σπευσάτω καταλαβεῖν τὸν τουρμάρχην, ὅπως ὄπισθεν καὶ αὐτὸς τοῦ τουρμάρχου τῷ κούρσῳ τῶν πολεμίων ἀκολουθῇ· ἡ γὰρ ἀκριβὴς καὶ ἄπταιστος | |
5 | ἀκολούθησις ἐκ τῶν ὄπισθεν τῶν πολεμίων ὀφείλει γίνεσθαι κατὰ τὰ ἐκείνων ἔνιχνα καὶ τὴν ὁδοιπορίαν. | |
9.3 | Ὁ δὲ τουρμάρχης, ἡνίκα τὸ κοῦρσον τῶν πολεμίων ἀποκινήσει, τρία ζευκτά, ἐμπείρους καὶ ἐπιτηδείους ἄνδρας, ἀναλαμβανόμενος παραγινέσθω τῇ ὁδῷ τῶν πολεμίων· καὶ τυπώσας τὸ πρῶτον καὶ δεύτερον καὶ τρίτον ζευκτὸν πῶς ὀφείλουσι περιπατεῖν καὶ τοῖς πολεμίοις κατακολουθεῖν, ὑποστρεφέσθω πρὸς τὸν λαὸν αὐτοῦ. | |
5 | Τὸ δὲ πρῶτον ζευκτὸν πλησίον τῶν πολεμίων περιπατείτω, ἀκοῦον καὶ τὴν τοῦ λαοῦ ὀχλαγωγίαν καὶ τοὺς χρεμετισμοὺς τῶν ἵππων· τὸ δὲ δεύτερον, τὸ τοῦ πρώτου ἀκόλουθον, ὁδοιπορείτω ὅσον δύνανται ὁρᾶν τὸ ἔμπροσθεν αὐτοῦ καὶ ὁρᾶσθαι ὑπ’ αὐτοῦ, καὶ μήτε πλησίον γίνεσθαι, μήτε μακρύνεσθαι ὥστε μὴ ὁρᾶσθαι. | |
9.4 | Τρία δὲ τετράδια ὄπισθεν τῶν τριῶν ζευκτῶν ἀποκαταστήσει, ὁρᾶν τὸ πρῶτον τετράδιον τὸ τρίτον ζευκτόν, τὸ δὲ δεύτερον τετράδιον ὡσαύτως ὁρᾶν τὸ πρῶτον· τὸ δὲ τρίτον τετράδιον τὸ ἀκόλουθον τοῦ δευτέρου ἓξ ἐχέτω ἄνδρας, ἵνα οἱ ἐξ αὐτῶν δύο τὰ ὑπὸ | |
5 | ζευκτοῦ μηνυόμενα ἀποκομίζωσι τῷ τουρμάρχῃ, ὁ δὲ τουρμάρχης τῷ στρατηγῷ. | |
9.5 | Ἐὰν γὰρ ὀξύτερον βαδίζωσιν οἱ πολέμιοι, ὀφείλει μηνύειν τὸ πρῶτον ζευκτὸν περὶ τούτου, ἵνα καὶ ὁ τουρμάρχης καὶ ὁ στρατηγὸς ὀξύτερον καὶ αὐτοὶ βαδίζωσι καὶ μὴ ἐπὶ πολὺ μακρύνωσι τῶν πολεμίων, εἰ δὲ σχολαιότερον πάλιν βαδίζουσιν οἱ πολέμιοι, καὶ ὁ τουρμάρχης καὶ ὁ στρατηγὸς ὡσαύτως σχολαιότερον περιπατεί‐ | |
5 | τωσαν, ἵνα μήτε πλησίον γινόμενοι διαγινώσκωνται, μήτε μακρυνόμενοι οὔτε τὴν τῶν ἐπακολουθούντων διοίκησιν ἐπιγινώσκωσιν οὔτε παρ’ ἐκείνων ἐπιγινώσκωνται, ὅπερ οὐ τὴν τυχοῦσαν ἐπάγει βλάβην. | 57 |
9.6 | Ἄλλως τε δὲ καὶ τῶν πολεμίων ἀπλη‐ κευόντων πρὸς τὸ ταγίσαι τοὺς ἵππους καὶ περὶ τούτου καταμηνυόμενος ὁ στρατηγός, καὶ αὐτὸς ἐν ἐπιτηδείῳ τόπῳ ἀπληκευέτω πρὸς τὸ τοὺς ἵππους ταγίσαι, ἐξώβιγλα ἀποστέλλων εἰς φυλακὴν ἑαυτοῦ. Καὶ ἡνίκα πάλιν τὴν κίνησιν τῶν πολεμίων καταμη‐ | |
5 | νυθῇ, παραυτίκα καὶ αὐτὸς κινήσει ἐπακολουθῶν, ἔνθεν κἀκεῖθεν ἑαυτοῦ ἀποστέλλων ἀνὰ τριάκοντα ἱππεῖς, μὴ πόρρω ἀλλὰ σύνεγγυς, τὰς τοῦ λαοῦ αὐτοῦ φωνὰς ἐνωτι‐ ζομένους. Καὶ ὄπισθεν αὐτοῦ ἐπακολουθοῦντα ἄρχοντα ἐχέτω μεθ’ ἱππέων, οὓς δὴ σάκα ὀνομάζουσι. | |
9.7 | Μήκοθεν δὲ ὁδοιπορείτω ὁ στρατηγὸς καὶ πᾶσαν ποιείτω ἀσφάλειαν τοῦ μὴ διαγνωσθῆναι ὡς ὄπισθεν αὐτοῖς ἐπακολουθεῖ· ἀλλ’ ἀσφαλῶς μὲν περιπατεῖν καὶ τοὺς πλησίον τῶν πολεμίων ἀκολουθοῦντας παραγγέλλειν τοῦ ἀκριβῶς ἀποσκοπεῖν, μὴ λόχους τινὰς οἱ πολέμιοι καταλείψωσιν εἰς ἐνέδραν τῶν | |
5 | ἐπακολουθούντων αὐτοῖς καὶ αὐτοῦ τοῦ στρατηγοῦ, ὅπερ παρὰ τῶν Ταρσιτῶν πολλάκις γέγονε. Καὶ ἐπακολουθοῦντος αὐτοῖς τοῦ τουρμάρχου καὶ μὴ ἀκριβῶς τοὺς ἔμπροσθεν σκοποῦντος ῥύακας καὶ τοὺς τόπους τοὺς δυναμένους λαὸν ἀποκρύ‐ πτειν, ἀπροόπτως τῇ ἐνέδρᾳ τούτων περιπεπτώκασι. Διὰ ταῦτα πολλῆς δεῖται ἀγχινοίας καὶ ἀκριβείας ὁ ἐπακολουθῶν, ἵνα μὴ τοιοῦτόν τι συμβῇ γενέσθαι. | |
9.8 | Πρὸ δὲ τοῦ διαυγάσαι δεῖ τὸν στρατηγόν, ἐπειδὴ ἔγνω τὸ ἐν ποίοις τόποις καὶ χωρίοις ἐξελάσαι μέλλουσιν οἱ πολέμιοι, εἴτε δεξιὰ εἴτε εὐώνυμα αὐτῶν ἐπικλῖναι, ἐν οἷς ὀχυρώτερος αὐτῷ τόπος καθορᾶται· καὶ ὀξύτερον βαδίσας καὶ ἐκ πλαγίου αὐτῶν γενόμενος ὡς ἀπὸ μιλίων δύο, πρὸ τοῦ τὴν ἡμέραν—ὡς λέλεκται—διαυγάσαι, | |
5 | ἵνα μὴ τὸν κονιορτὸν θεασάμενοι οἱ πολέμιοι τὴν παρουσίαν τοῦ στρατηγοῦ ἐπιγνώ‐ σωσι, τὸν δὲ ὀχυρὸν τόπον ὁ στρατηγὸς καταλαμβάνων τὸν ἴδιον ἀποκρυψάτω λαόν. | |
9.9 | Κἀκεῖνος μετ’ ὀλίγων ἱππέων πλησιέστερον γενέσθω τῶν πολεμίων καὶ εἰς ὑψηλὴν περιωπὴν ἀνερχόμενος καθαρῶς ὁρᾶν τοὺς πολεμίους σπευσάτω. Καὶ τούτων εἰς | |
ἐξέλευσιν ὁρμώντων καὶ διασκορπιζομένων πρὸς λείαν, καρτερησάτω ὁ στρατηγὸς ἐν ἐκείνῳ τῷ τόπῳ ἄχρι τρίτης ἢ καὶ τετάρτης τῆς ἡμέρας, καὶ τὴν παράταξιν τοῦ | 59 | |
5 | ἀμηρᾶ θεωρῶν καὶ ἀκριβῶς τὸ πλῆθος τοῦ λαοῦ στοχαζόμενος. | |
9.10 | Ἐπεὶ οἱ μέλλοντες ἐξελάσαι πόρρω που τῆς παρατάξεως τοῦ ἀμηρᾶ γεγόνασιν, ὡς μὴ δυνατόν ἐστι πάλιν τούτους ὑποστρέφειν ἢ ἐπιγνῶναι τὸν κατὰ τῆς παρατάξεως τοῦ ἀμηρᾶ ἀναφθέντα πόλεμον, ἕκαστον σπεύδοντα τὰ χωρία καταλαβεῖν καὶ λείαν | |
5 | ὅτι πλείστην πορίσασθαι, τὰς ἰδίας παραταγὰς ὡς δεῖ εὐτρεπίσας, κατὰ τῆς τοῦ ἀμηρᾶ παρατάξεως ὀλιγανδρούσης τὴν ἐπέλευσιν ποιησάτω, καὶ εἰ Θεοῦ συνεργίᾳ τῆς νίκης κρατήσει, τελείαν πανωλεθρίαν τοῖς πολεμίοις ἐργάσεται. | |
9.11 | Εἰ δὲ κατὰ τῆς παρατάξεως ἐπελθεῖν οὐ θαρρήσει, πολλὴν καὶ ἀξιόλογον δύναμιν ὁρῶν ἐν αὐτῇ ὑπὲρ τὴν ἰδίαν, τότε ἐκ πλαγίου καὶ μακρόθεν διὰ κρυπτῆς καὶ ἐπιτηδείας ὁδοῦ ὁρμάτω σὺν ἐλασίᾳ τῇ προσηκούσῃ καταλαβεῖν τὸ σκόρπισμα τοῦ λαοῦ τῶν | |
5 | πολεμίων. Καὶ δι’ ὅλης τῆς ἡμέρας ἐπιδραμεῖν αὐτοῖς ἀγωνίσεται, διεσκεδασμένοις οὖσι, καὶ ἀξιόλογον ἔργον Θεοῦ συμμαχίᾳ ἐπιτελέσει. Ὀφείλει οὖν καὶ ἄρχοντα τῶν χρησίμων μετ’ ὀλιγοστῶν ἱππέων ὄπισθεν ἔχειν βλέποντα καὶ ἀποσκοποῦντα τὴν τοῦ ἀμηρᾶ παράταξιν καὶ τὰ περὶ αὐτῆς, ὡς ἂν ὁδοιπορείῃ, καταμηνύειν αὐτῷ. | |
9.12 | Εἰ δὲ καὶ φοῦλκον, τὸ εἰς φυλακὴν τῶν διασκορπιζομένων πρὸς λείαν πολεμίων ὑπάρχον, συναντήσει ὁ στρατηγὸς πλῆθος ἔχον, διχῆ τὸν λαὸν αὐτοῦ διέλῃ καὶ ἔμπροσθεν μὲν ἀποστείλῃ τοὺς ὀφείλοντας μετὰ τοῦ φούλκου συνάψαι πόλεμον, τούτων δὲ συρραγέντων, εὐθὺς καὶ ὁ στρατηγὸς μετὰ τῆς παρατάξεως αὐτοῦ πλησίον | |
5 | ἐπακολουθῶν ὀξέως καὶ εὐτόλμως μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ σὺν ἐλασίᾳ κατ’ αὐτῶν ὁρμησάτω· καὶ τούτους Θεοῦ βοηθείᾳ τροπωσάμενος καταδιώξει καὶ τελείως καταγωνίσεται. | |
9.13 | Εἰ οὖν Θεοῦ συνεργίᾳ εὐοδωθῇ ὁ στρατηγὸς καὶ τοὺς εἰς λείαν ἐκδραμόντας πολεμίους κατατροπώσεται, εἰ μὲν μεγάλην καὶ ἀξιόλογον δουλείαν ἐργάσεται, εἰκός ἐστι τοὺς ἐχθροὺς πρὸς τὴν ἰδίαν χώραν ὑποστρέψαι μετ’ αἰσχύνης. Εἰ δὲ ἔτι ἐν τῇ ἡμετέρᾳ χρονίσαι μελετῶσι, τὸν ἴδιον λαὸν ὁ στρατηγὸς ἀναλαβόμενος | |
5 | μήκοθεν γενέσθω τῶν πολεμίων, ἐν ἐπιτηδείοις δηλονότι χωρίοις, καὶ τὸν λαὸν αὐτοῦ κατάκοπον ὄντα ἐπὶ ἡμέρας τρεῖς διαναπαυσάτω· μόνους τοὺς παραμένειν ὀφείλοντας, ὡς ἤδη ἐξεθέμεθα, ἀποστέλλεσθαι ἑκάστῃ ἡμέρᾳ. | 61 |
9.14 | Πρὸς ὑποστρο‐ φὴν δὲ ὁρμῶντας τούτους ὁ στρατηγὸς ἐπιγνούς, παραυτίκα τάχει πολλῷ ἄρχοντα τῶν χρησίμων ἀποστείλας, τὸ πεζικὸν στράτευμα εἰς τὰς δυσχωρίας τῶν ὁδῶν ἐπισωρευσάτω. Καὶ αὐτὸς δὲ ὁ στρατηγὸς σπευσάτω, μὴ ἐν νυκτὶ μὴ ἐν ἡμέρᾳ | |
5 | ἑαυτὸν ποσῶς ἂν ἀναπαῦσαι, ἀλλὰ σὺν τάχει πολλῷ ἔμπροσθεν αὐτῶν γενέσθω, καὶ καλῶς παρασκευάσας ἅπαν τὸ τῶν πεζῶν καὶ ἱππέων αὐτοῦ στράτευμα τὸν κατ’ αὐτῶν πόλεμον διάθοιτο, καθὼς ἀνωτέρω ἐπιλεπτῶς ἐξεθέμεθα. Καὶ οὕτως ποιοῦντος χάριτι Χριστοῦ καὶ δυνάμει καὶ πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρὸς τῆς κατὰ τῶν ἐχθρῶν μάχης κρατήσει. Καὶ ταῦτα μὲν οὕτως. | |
10t | Περὶ τοῦ διαχωρισμοῦ τοῦ κούρσου καὶ τοῦ λαοῦ ὄπισθεν ἐπακολουθοῦντος | |
10.1 | Ἃ δὲ ἡμεῖς ἐθεασάμεθα, ἐκθέσθαι οὐδαμῶς κατοκνήσομεν. Τὸ τῶν πολεμίων φοσσᾶτον διαφόρως· οἵ τε ἱππεῖς σὺν τῶν πεζῶν ὁμοῦ τῆς χώρας καὶ τῶν πόλεων αὐτῶν συνεξήρχοντο, καὶ ἐπὶ δυσὶν ἡμέραις ὁμοῦ συμπεριπατήσαντες, ἐσθ’ ὅτε καὶ πλείοσιν, ἀπ’ ἀλλήλων διεχωρίζοντο· καὶ οἱ μὲν ἱππεῖς, οἱ τὰς ἡμετέρας χώρας | |
5 | κατατρέχειν καὶ λεηλατεῖν βουλόμενοι, προὐλάμβανον ἡμερῶν τινων διάστημα, τοῦ πεζικοῦ λαοῦ αὐτῶν ἀφεστηκότες, διὰ τὸ σπεύδειν αὐτοὺς ἀμηνυτὶ τοὺς οἰκήτορας τῶν χωρίων καταλαβεῖν οἴκοι μένοντας, τὸ δὲ τοῦλδον μετὰ τῶν πεζῶν καὶ τῆς τούτων ἀποσκευῆς ὄπισθεν ἑπόμενον, ἡνίκα τὰς δυσχωρίας καὶ τὰ στενὰ διῆλθεν, ἐπιτήδειον διασκοπῆσαν τόπον πρὸς φυλακὴν αὐτῶν καὶ ἀσφάλειαν, τὰς σκηνὰς | |
10 | πηξάμενοι ἐν αὐτῷ ηὐλίζοντο, τοὺς εἰς κοῦρσον ἐκδραμόντας ἱππεῖς ἐκεῖσε προσ‐ εκδεχόμενοι, ἵνα τοὺς ὑποστρέφοντας καλῶς τὰς δυσχωρίας διαβιβάσωσιν. | |
10.2 | Ὁ οὖν στρατηγὸς τὴν ἐξέλευσιν αὐτῶν καταμηνυόμενος, τὰς παρανομὰς ἀποστελλέτω καὶ πάντα ποιείτω κατὰ τὴν ἀνωτέρω διάταξιν. Καὶ εἰ μὲν εὐχερές ἐστι τῷ στρατηγῷ τοὺς εἰς τὴν λείαν ἐκδραμόντας διεσκεδασμένους καταλαβεῖν καὶ τούτους κατατρο‐ | |
5 | πώσασθαι, ἔργῳ τοῦτο σπευσάτω πληρῶσαι· εἰ δὲ διά τινα σφάλματα καὶ τὰς | |
συμβαινούσας ἐναντιώσεις ἐμπόδιον προσυπαντήσει αὐτῷ, εἰς τὸν κατὰ τοῦ φοσσάτου πόλεμον παρασκευασθήτω, καὶ τὸν τόπον ἐν ᾧ τὰς σκηνὰς ἐπήξαντο ἀκριβῶς διασκοπησάτω, μή ποτε ποταμός ἐστιν ἀσφάλειαν αὐτοῖς προξενῶν ἢ ῥύαξ. Καὶ πρὸς τὴν θέσιν τοῦ τόπου δεῖ καὶ αὐτὸν παρασκευασθῆναι, καὶ σπουδῇ πολλῇ πρὸς | 63 | |
10 | ἑαυτὸν τὸ πεζικὸν στράτευμα, εἰ δυνατόν, ἐπισυναγαγεῖν. | |
10.3 | Προσδοκῶντος δὲ τοῦ στρατηγοῦ τὴν τούτων ἀποκίνησιν καὶ ἐν ἑτέρῳ ἀπλήκτῳ μετάβασιν, εἰ τυχὸν δι’ αὐτομόλων τοῦτο πυνθανομένου, δέον ἱππεῖς ἀποστεῖλαι νυκτός, ἀρχηγοὺς ἔχοντας τῶν ἐμπείρων ἀνδρῶν καὶ ἀξιολόγων, καὶ δύο ἐγκρύμματα παρασκευάσαι ἔνθεν | |
5 | κἀκεῖθεν τῆς ὁδοῦ, δι’ ἧς γενήσεται ἡ τῶν πολεμίων διέλευσις. Ἐξ αὐτῶν δὲ τῶν ἀποσταλέντων ἑκατὸν ἄνδρας ἐπιλεξάμενος εἰς λόχον καταστησάτω, χωρία φυλάτ‐ τοντας τὰ πλησίον τῆς παρόδου τῶν πολεμίων διακείμενα. Καὶ αὐτὸν δὲ τὸν στρατηγὸν χρὴ ἐν ἐπιτηδείῳ τόπῳ μετὰ παντὸς τοῦ λαοῦ αὐτοῦ ἵστασθαι κεκρυμμένον καὶ ἐκ περιωπῆς ἐφορῶντα τὴν τῶν πολεμίων διάβασιν. | |
10.4 | Οἱ οὖν ἱππεῖς τῶν πολεμίων, οἱ εἰς συλλογισμὸν χρειῶν τὰ χωρία διερευνώμενοι τὰ πλησίον τούτοις συμπαρα‐ κείμενα, ἡνίκα ἐν τοῖς φυλαττομένοις χωρίοις εἰσέλθωσι καὶ τῶν ἵππων ἀποβάντες οἰκίας ἀναψηλαφῶσι τῶν χωριτῶν, κατ’ αὐτῶν οἱ εἰς τὸν λόχον ἱστάμενοι ἑκατὸν | |
5 | ἱππεῖς ὁρμησάτωσαν καὶ ὅσους ἀνελεῖν δυνηθῶσιν εἴτε ζωγρῆσαι παραυτίκα πρὸς φυγὴν ὁρμήσουσιν, ὑποφεύγοντες τὴν ὁδὸν τὴν ἀναμεταξὺ τῶν δύο ἐγκρυμμάτων διερχομένην, ἐφελκόμενοι τοὺς πολεμίους πρὸς δίωξιν· καταδιωκόμενοι δὲ ταῖς ἐνέδραις περιπεσεῖν τοὺς πολεμίους παρασκευάσουσι. Τότε οὖν ἐξερχέσθωσαν τὰ ἑκατέρωθεν ἱστάμενα ἐγκρύμματα καὶ σφοδρῶς τὴν κατ’ αὐτῶν ὁρμὴν ποιησάτωσαν· | |
10 | καὶ πολλοὺς τῶν πολεμίων ἔργον μαχαίρας ποιήσονται. Τοῦ δὲ στρατηγοῦ ταῦτα ὁρῶντος, παραυτίκα καὶ αὐτὸς μετὰ τῶν πλειόνων τοῦ σὺν αὐτῷ λαοῦ ὁρμήματι σφοδροτάτῳ τὴν προσβολὴν εἰς τὴν παράταξιν τῶν πολεμίων ποιείτω, τοὺς δέ γε ὑπολοίπους τοῦ λαοῦ αὐτοῦ κατὰ νώτου τῶν πολεμίων γενέσθαι καὶ συνάψαι πόλεμον παρασκευασάτω. Καὶ εἰ μή τι ἐμπόδιον ἐξ ἡμετέρων ἁμαρτιῶν γένηται, τῶν πολεμίων | |
15 | ὑπερισχύσουσιν. | |
10.5 | Εἰ δέ γε ἰσχυρῶς μαχόμενοι οἱ πολέμιοι ἀντισχεῖν δυνηθῶσι καὶ στῶσιν ἐν αὐτῷ τῷ τόπῳ, τὰ ἀχθοφόρα ζῷα ἀποφορτίσαντες ἄπληκτον δῆθεν ποιούμενοι, ἐκ πολλῆς περιστάσεως, καὶ πειρῶνται τοῦ ἀντιπαρατάξασθαι, πολλὴν ἐν τούτῳ ἐφεύρωσι τὴν δυσχέρειαν, ἀλλ’ ὅμως χρὴ καὶ τὸν στρατηγὸν κύκλῳ κατ’ | |
5 | αὐτῶν ἐπαγαγεῖν τὸν πόλεμον καί, εἰ δυνατὸν καὶ πεζικὸν λαὸν τῇ αὐτῇ τοῦ πολέμου ἡμέρᾳ καταλαβεῖν τάχει πολλῷ, παραγενέσθαι τοῦτο παρασκευάσαι. Εἰ δὲ τοῦτο | |
ἀδύνατόν ἐστι διὰ τὸ πόρρω τούτους τυγχάνειν, τοὺς προσήκοντας τῶν ἱππέων τῶν ἵππων ἀποβῆναι διορισάτω καὶ πεζῇ τοῖς πολεμίοις μετὰ τῶν ἱπποτῶν μάχεσθαι, τόξοις καὶ σφενδόσι καὶ δόρασι σὺν ἀσπίσι χρωμένους. | 65 | |
10.6 | Δεῖ οὖν τὸν στρατηγὸν καὶ τὴν αὐτοῦ ἀποσκευὴν ἀγαγεῖν καὶ τὸ τοῦλδον, εἴγε πλησίον τυγχάνει, καὶ σύνεγγυς τῶν πολεμίων ἀπληκεῦσαι εἰς ἔκπληξιν αὐτῶν καὶ ἀπόγνωσιν. Εἰ δὲ ἐν αὐτῷ τῷ τόπῳ ὕδωρ τοπαράπαν οὐκ ἔστι, καὶ τοῦτο πολλὴν ἀθυμίαν αὐτοῖς προξε‐ | |
5 | νήσει. Καὶ εἰ μὴ τελέως τούτους καταγωνίσηται, ἀλλ’ οὖν πολλοὺς καὶ τούτων ἀνδραποδίσῃ, πλείστους δὲ καὶ θανατώσῃ καὶ τραυματίας ἐργάσηται καὶ τὸ ἀλαζονικὸν αὐτῶν καταβάλῃ φρόνημα, ὥστε μὴ ἀδεῶς κατατολμᾶν κατὰ τῶν ῥωμαϊκῶν χωρίων τὰς ἐφόδους ποιεῖσθαι. | |
10.7 | Εἰ δὲ μὴ πρότερον ὁ στρατηγὸς ἐπιγνῷ τὴν ἀπὸ τοῦ ἀπλήκτου αὐτῶν ἐν ἑτέρῳ ἀπλήκτῳ μετάβασιν ἤ, ὡς ἔφην, δι’ αὐτομόλων ἢ διὰ δεσμωτῶν, ὅπως ἐν νυκτὶ ἀποστείλας παρασκευάσῃ ἐν τῇ παρόδῳ αὐτῶν τὰ ἐγκρύμματα, καὶ ἐν ἡμέρᾳ, ὁδοιπορούντων τῶν πολεμίων, φανερῶς παρασκευασάμενος τὸν κατ’ αὐτῶν διάθηται | |
5 | πόλεμον, εἴ γε οὐ πάντη ὀλιγοστὸν καὶ εὐαρίθμητον κέκτηται στράτευμα. Ὁ γὰρ κατὰ τούλδου αὐτῶν πόλεμος συντόμως οὐδέποτε ἐναντίωσιν ἢ βλάβην τῷ ἡμετέρῳ στρατῷ προεξένησεν, ὀλίγους ἔχον μαχίμους ἱππεῖς εἰς φυλακὴν ἑαυτοῦ· ἀλλ’ ὁσάκις ἂν κατ’ αὐτῶν συνήφθη πόλεμος, πολλοὺς αὐτῶν ὁ τῶν Ῥωμαίων στρατὸς καὶ ἠνδραποδίσατο καὶ ἀνεῖλε, καὶ πολλὰ τῶν ὑποζυγίων καὶ ἡμιόνων αὐτῶν πεφορτι‐ | |
10 | σμένα ἀνελάβοντο. | |
10.8 | Εἰ δὲ καὶ τὸ πεζικὸν στράτευμα ἐν ἡμέρᾳ πολέμου τύχῃ, τὸ ὡπλισμένον δηλονότι καὶ πρὸς πολέμους ἐγγεγυμνασμένον, καὶ κύκλῳ κατ’ αὐτῶν στρατηγικῶς παρασκευάσει τὸν πόλεμον, τελείῳ τούτους ἀφανισμῷ παραδῷ. | |
10.9 | Τοι‐ αῦτα γὰρ γενέσθαι ἐν τῷ τούλδῳ τῶν πολεμίων, ἀλλὰ καὶ παρ’ αὐτῶν ἐν τῷ ἡμετέρῳ καὶ ἐθεασάμεθα καὶ ἐν ἱστορικοῖς ἀνέγνωμεν καὶ παρὰ τῶν ἀρχαιοτέρων μεμαθή‐ καμεν. Διὰ ταῦτα μὲν οὖν ὠφέλιμος ὁ κατὰ τοῦ τούλδου πόλεμος, ὡς μὴ φέρων | |
5 | τινὰ βλάβην ἢ ἐναντίωσιν, μᾶλλον δὲ νίκην καὶ εὔκλειαν· εἰ γὰρ καὶ μὴ τὴν νικῶσαν εὕρῃ εἰς τὸν κατ’ αὐτῶν πόλεμον ὁ τῶν Ῥωμαίων στρατός, ἀλλ’ οὗν οὐδεμίαν | |
βλάβην ὑποστήσεται. | 67 | |
10.10 | Εἰ δέ, ἐν ᾧ τόπῳ πρότερον ηὐλίζοντο, διέμειναν ἐν αὐτῷ, μηδαμῶς τῶν ἐκεῖσε ἀπάραντες διὰ τὴν τοῦ τόπου ὀχυρότητα, τὸ κοῦρσον ἀπεκδεχόμενοι, καὶ ὡσαύτως ὁ στρατηγὸς κατ’ αὐτῶν ἐπάξει τὸν πόλεμον, μή ποτε, ἐμβραδύνοντος διὰ τὴν τοῦ πεζικοῦ ἰδίου λαοῦ ἐπισώρευσιν ἢ δι’ ἄλλην τινὰ πρόφασιν, ὑποστρέψῃ | |
5 | τὸ κοῦρσον καὶ διακωλύσῃ τὸν πόλεμον. | |
10.11 | Οὕτως δὲ χρὴ τὸν στρατηγὸν κατ’ αὐτῶν ἐπελθεῖν· διασκοπῆσαι διὰ τῶν ἀποστελλομένων βιγλατόρων τὰ συμπαρα‐ κείμενα χωρία καὶ σύνεγγυς ὄντα τοῦ ἀπλήκτου τῶν πολεμίων, κἀκεῖσε ἀποκρύψαι ἱππεῖς ἐκλεκτοὺς ἐν ἐπιτηδείῳ τόπῳ μετὰ ἄρχοντος ἐμπειροτάτου καὶ ἀνδρείου, | |
5 | καὶ ἐπεὶ ἐν αὐτοῖς εἰσέρχονται τροφὰς διερευνώμενοι, κατ’ αὐτῶν ὁρμησάτωσαν. Ἑτέρους δὲ ἱππεῖς εἰς λόχον ἀπαρτίσαι εἰς βοήθειαν καὶ ἐκδίκησιν τῶν ἔμπροσθεν ἀποσταλέντων· καὶ εἴγε τούτους βουληθῶσιν ἐπιδιῶξαι οἱ τῶν πολεμίων ἱππεῖς, ἐπίθωνται κατ’ αὐτῶν, καὶ τρέψονται καὶ καταδιώξουσι, διὰ τὸ ἀείποτε ὀλιγοστοὺς εἶναι τοὺς ἱππεῖς τοὺς εἰς φυλακὴν τοῦ τούλδου τῶν πολεμίων καταλιμπανομένους. | |
10.12 | Τῶν δὲ πολεμίων ἐν τοῖς χωρίοις μὴ εἰσερχομένων—εἰ καὶ ἀδύνατον τοῦτο τυγχάνει—, διορισάτω ὁ στρατηγὸς τοὺς ἀποστελλομένους παρ’ αὐτοῦ τῶν ἐμπείρων ἀνδρῶν βιγλάτορας καὶ διασκοπησάτωσαν ἐν ᾧ μέρει τοῦ ἀπλήκτου αὐτῶν τὰς καμήλους οἱ πολέμιοι εἰς νομὴν ἐξάγουσι. Καὶ διαχωρισάτω εἴτε τουρμάρχην εἴτε | |
5 | τοποτηρητὴν χρήσιμον μεθ’ ἱππέων ἀνδρείων· καὶ σκοπησάτωσαν ῥύακα, εἰ εὕρηται ἐν τῷ τόπῳ ἐπιτήδειος, καὶ παρασυρθῶσιν ἐν αὐτῷ κεκρυμμένοι, ἕως οὗ πλησίον γένωνται, καὶ τότε φανερῶς κατὰ τῶν καμήλων τὴν ἐπίθεσιν ποιήσονται. | |
10.13 | Εἰς δύο δὲ τὸν λαὸν οἱ ἀποσταλέντες διαμερισάτωσαν· καὶ οἱ μὲν ἡμίσεις τὰς νομευομένας καμήλους καὶ τὰς ὄνους ἀναλαβέτωσαν, οἱ δὲ ἄλλοι εἰς φυλακὴν καὶ ἐκδίκησιν καὶ βοήθειαν αὐτῶν ἔστωσαν. Καὶ εἰ τύχῃ φοῦλκον ἔξω τοῦ φοσσάτου τῶν πολεμίων | |
5 | ἱστάμενον καὶ ἐπέλθῃ κατὰ τῶν εἰς τὰς καμήλους ἐπιθεμένων ἢ καὶ ἐκ τοῦ φοσσά‐ του ἐξέλθωσιν ἱππεῖς καταδιώκοντες, οἱ ὄπισθεν ὄντες τούτους καταγωνίσονται. | |
10.14 | Παραυτίκα δὲ καὶ ὁ στρατηγός, οὐ πόρρω ὢν ἀλλὰ πλησίον ἐν τῷ ἐγκρύμματι, κατ’ αὐτῶν ἐξελθέτω, καὶ καθὼς ὁρᾷ συναφθέντα τὸν πόλεμον, οὕτω καὶ διατεθήτω, ἢ σφοδρῶς κατὰ τῶν πολεμίων ἐπέλθῃ ἤ, τῶν ἀποσταλέντων τοῦ λαοῦ αὐτοῦ ἐπι‐ κρατεστέρων ὄντων ἐν τάξει καὶ μὴ διεσκεδασμένως, τὴν ἐπέλευσιν κατὰ τοῦ | |
5 | ἀπλήκτου τῶν πολεμίων ποιήσεται. Καὶ ἅπαντα τὸν λαὸν αὐτοῦ ἱππεῖς τε καὶ πεζοὺς ἀγαγών, ἐπεὶ τὴν τοῦ τόπου θέσιν ἐξεπίσταται, διαμερίσει τὰ κατατόπια ταῖς τάξεσι πάσαις τῶν τε ἱππέων καὶ πεζῶν, καὶ τὸν κατ’ αὐτῶν διάθηται πόλεμον, εἰ οἷόν τε ἐστὶ κύκλῳ. | 69 |
10.15 | Εἰ δὲ ποταμός ἐστι καὶ ῥύαξ, ὡς ἀνωτέρω εἰρήκαμεν, ἀντὶ χάρακος τοὺς πολεμίους φυλάττων, εἰ μὲν ὡς ὁπωσοῦν πόρον δέχεται, κἀκεῖθεν λαὸν ἐπιστήσει. Παρασκευάσει δὲ καὶ σκηνὰς αὐτῶν πῆξαι πρὸς τὸ ἐνδείξασθαι μέλλοντα αὐτὸν ἀπληκεῦσαι ἐκεῖσε εἰς ἐκθρόησιν αὐτῶν· καὶ οὕτως ποιεῖσθαι τὸν πόλεμον. | |
5 | Καὶ εἰ καλῶς καὶ εὐτάκτως καὶ ἀνδρείως διάθηται τὰ περὶ τοῦ πολέμου, μεγάλως εὐοδωθήσεται. | |
10.16 | Εἰ δέ γε τῇ πρώτῃ ἡμέρᾳ οὐ δυνήσεται τούτους κατατροπώ‐ σασθαι, ἰσχυρῶς αὐτῶν ἀνθισταμένων καὶ πεζικὴν ἐχόντων δύναμιν καὶ ἀπὸ τῆς τοῦ τόπου θέσεως βοηθουμένων, δέον καὶ παραμεῖναι αὐτοὺς καὶ πλεῖον πεζικὸν προσκαλέσασθαι. Καὶ ἐν τῇ νυκτὶ τοὺς ψιλοὺς κατ’ αὐτῶν καὶ τοὺς σφενδονήτας | |
5 | βάλλειν παρασκευάσει, καὶ πυρὰ πλεῖστα ἀνάπτειν γύροθεν αὐτῶν, καὶ ἀνδρείως καὶ εὐτόλμως παραινέσαι τοῖς ψιλοῖς τοῦ ἐκ χειρὸς μάχεσθαι καὶ προκινδυνεύειν, ἕως ἂν εἰσέλθωσιν ἔνδον τοῦ ἀπλήκτου τῶν πολεμίων, καὶ ἵππους καὶ ἡμιόνους καί τινα πράγματα νυκτὸς ἀναλάβωνται, πλήττοντες συνεχῶς καὶ ἀναιροῦντες τοὺς πολεμίους. | |
10.17 | Καὶ εἰ ὅλως Θεοῦ βοηθείᾳ τοιοῦτον πρὸς ἓν μέρος γένηται καὶ θεαθῇ καὶ ἐπιγνωσθῇ ὑπὸ τῶν ἄλλων τάξεων, ὁρμήσουσι καὶ αὐτοὶ θανάτου καταφρο‐ νοῦντες εἰς ἁρπαγὴν τῶν λαφύρων διὰ τὴν τοῦ κέρδους ἐλπίδα· καὶ περιγένωνται τούτων τῇ τοῦ Χριστοῦ χάριτι ῥαδίως. Εἰ δὲ καὶ μὴ τελέως τούτους κατατροπώσεται | |
5 | διά τινα τυχὸν σφάλματα καὶ ἀποτυχίας, ἀλλ’ οὖν πολλοὺς τούτων καὶ χειρώσεται καὶ ἀναιρήσει, καὶ λάφυρα πλεῖστα ὁ λαὸς αὐτοῦ λήψεται. | |
10.18 | Οὕτως δὲ τοῦ στρατηγοῦ τὰ περὶ τῶν πολέμων τοῦ φοσσάτου διενεργοῦντος, χρὴ καὶ ἄρχοντα τῶν χρησίμων καὶ ἐμπείρων μετὰ τεσσαράκοντα ἱππέων μήκοθεν ἀποστεῖλαι φυλάττειν τὴν ὁδόν, ἣν ὑποστρέφειν μέλλει τὸ τῶν πολεμίων κοῦρσον. Καὶ ἡνίκα τούτους θεάσεται πρὸς τὸ φοσσᾶτον αὐτῶν ἐρχομένους καὶ ἔμπροσθεν | |
5 | αὐτῶν—ὡς ἔθος ἐστὶ τοῖς Ταρσίταις—τὸ λεγόμενον παρ’ αὐτοῖς βέρεδον, ἐρχό‐ μενον σύνεγγυς αὐτῶν καταμηνῦσαι τῷ φοσσάτῳ τὴν τοῦ κούρσου αὐτῶν παρουσίαν, εὐθέως ὁ εἰς τὴν βίγλαν ἀποσταλεὶς ἄρχων μηνυέτω τῷ στρατηγῷ. Καὶ εἰ μὲν ἴδῃ | |
τὸ βέρεδον μήκοθεν πολὺ τῆς παρατάξεως τοῦ κούρσου ἐρχόμενον, ἀποστείλῃ ἄρχοντα τῶν χρησίμων μετ’ ἐκλεκτῶν ἱππέων ἐπιθέσθαι κατ’ αὐτῶν, εἰ δυνατὸν | 71 | |
10 | ἀδοκήτως, καὶ κατακυριεύσει τούτων ῥαδίως· εἰ δὲ πλησίον καὶ σύνεγγυς τῆς παρατάξεως τοῦ κούρσου ἔμπροσθεν αὐτῶν περιπατεῖ, μὴ ἀποστειλάτω κατ’ αὐτῶν, ἀλλὰ μᾶλλον ἀρκεσθήτω πρὸς ἃ ὁ Θεὸς αὐτῷ συνήργησεν εἰς τὸν κατὰ τοῦ φοσσάτου πόλεμον· καὶ ὑποστρεφέσθω μετὰ παντὸς τοῦ λαοῦ, ἐπιλαμβανόμενος τῶν ἐπιτη‐ δείων καὶ ὀχυρωτέρων τόπων. | |
10.19 | Ἐπεὶ δὲ τὸ τῶν πολεμίων φοσσᾶτον διὰ τοῦτο διῆλθε πάσας τὰς δυσχωρίας, ἐκδεχόμενον τὴν τοῦ κούρσου παρουσίαν, ἵνα τὰ παρὰ τοῦ κούρσου κατασχεθέντα, εἴτε ἀνδράποδα εἶεν εἴτε κτήνη, καλῶς σὺν αὐτοῖς διασώσῃ διαβιβάζον τὰς δυσχωρίας, δέον τὸν στρατηγὸν ἀγωνίσασθαι ἔμπροσθεν | |
5 | αὐτῶν γενέσθαι καὶ τοὺς στενωποὺς κατασχεῖν μετὰ παντὸς τοῦ λαοῦ πεζῶν καὶ ἱππέων· καὶ τὸν κατ’ αὐτῶν πόλεμον ἐπιμελέστερον ἀπαρτίσει, καθὼς ἀνωτέρω δεδήλωται. | |
10.20 | Καὶ μηδέποτε ὑποστρεφόντων αὐτῶν ἀπολέμητοι κατα‐ λειφθῶσιν· εἰ γὰρ καλῶς τὰ τοῦ πολέμου ἐν ταῖς δυσχωρίαις διάθοιτο, μεγάλως αὐτοὺς κατατροπώσεται. Εἰ δὲ διὰ τὸ μὴ ἔχειν πλείστην καὶ ἀξιόλογον πεζικὴν δύναμιν ἀδυνατεῖ πρὸς τὸ μεγάλως αὐτοὺς κατατροπώσασθαι, ἀλλ’ οὖν τέως οὕσπερ | |
5 | ᾐχμαλώτευσαν, εἰ καὶ μὴ πάντας, ἀναρρύσονται καὶ τὰ αὐτῶν ἅπαντα, καὶ οὐκ ὀλίγους τῶν πολεμίων καὶ τραυματίσουσι καὶ δορυαλώτους ποιήσονται. | |
11t | Περὶ τοῦ ἔνθεν κἀκεῖθεν ἵστασθαι τοὺς πεζοὺς ἐν ταῖς δυσχωρίαις | |
11.1 | Χρὴ τῷ στρατηγῷ καὶ ἄλλως ἀγωνίσασθαι τοὺς πολεμίους τροπώσασθαι, εἰ καὶ ὀλίγος ἐστὶν ὁ περὶ αὐτὸν λαός. Τόπον διασκοπησάτω ἐπιτήδειον καὶ ὀχυρώ‐ τατον—εἰ τύχῃ καὶ πλησίον κάστρον—, ὡς ἐπιδέχεσθαι τὴν τοῦ ὀχυροῦ τόπου θέσιν μετὰ πεζῶν κρατεῖσθαι, καὶ ἔνθεν κἀκεῖθεν τῆς ὁδοῦ εἰς λόχους τὸ πεζικὸν | |
5 | ἀποκρύπτειν στράτευμα. Τοῦ δὲ πεζικοῦ ὄπισθεν ὁ στρατηγὸς σύνεγγυς μετὰ τοῦ ἱππικοῦ στρατεύματος στήτω, πάνυ τῶν πεζῶν ἔγγιστα. Ἔχειν τε καὶ τὸ ἱππικὸν ἔγκρυμμα καὶ πεζοὺς πλησίον αὐτοῦ, καὶ σχεδὸν συνηνωμένως κατὰ τὸ ὄπισθεν μέρος ἱστάσθω. | |
11.2 | Ἀποσταλήτωσαν δὲ καὶ εἰς τὴν ἐνέδραν παρὰ τοῦ στρατηγοῦ ἄνδρες ἐπίλεκτοι καὶ ἵππους τραχεῖς ἔχοντες ἄχρι τῶν ἑκατόν, ἀρχηγὸν ἔχοντες ἀνδρεῖον καὶ ἐμπειρότατον καὶ γινώσκοντα χωρίον ἐπιτήδειον, ἐν ᾧ κρύψει τὸν ἴδιον λαόν. Νυκτὸς δὲ τὸν τοιοῦτον τόπον καταλαμβανέτω καὶ καλῶς αὐτοὺς ἀπο‐ | 73 |
5 | κρυψάτω. | |
11.3 | Ἡνίκα δὲ διαυγάσει, εἰς περιωπὴν ἀνελθών, βλεπέτω τῶν πολεμίων περιπατούντων τὴν τούτων διάβασιν. Ὁρῶν δὲ τοὺς εἰς λείαν ἐκτρέχοντας καὶ τὰ χωρία διερευνῶντας πρὸς τὸ ἐπισυναγαγεῖν λάφυρά τε καὶ χρήματα καὶ εἴ τι ἕτερον ἐφευρεῖν δυνηθῶσι, καρτερησάτω ἕως ἂν θεάσηται αὐτοὺς τῶν ἵππων ἀποβαίνοντας | |
5 | καὶ τοὺς ἵππους τῶν χωρίων ἀνερευνωμένους. Τότε τῶν μετ’ αὐτοῦ ἱππέων εἴτε ἑβδομήκοντα ἢ ἑξήκοντα, πλείους δηλονότι τοὺς οἰκείους τῶν πολεμίων ὄντας —πλείονες γὰρ τῶν πολεμίων τῷ ἀριθμῷ εἶναι ὀφείλουσιν οἱ τοῦ στρατηγοῦ—, διορισάσθω τούτους ἀνδρείῳ ὁρμήματι σὺν ὀξυτάτῃ τῶν ἵππων ὁρμῇ ἐπιθέσθαι τοῖς ἀντιπάλοις, καὶ Θεοῦ συνεργίᾳ εὐοδωθήσεται. | |
11.4 | Εἰ δὲ συμβῇ τούτους ἐπιδιωχθῆναι παρὰ τῶν πολεμίων, δέον προαπαντῆσαι αὐτοῖς μετὰ τῶν ὑπολειφθέντων αὐτῷ τεσσαράκοντα, καὶ τοὺς μὲν κατασχεθέντας δεσμώτας ἢ ἀναιρῆσαι ἢ ἔμπροσθεν ἀποστεῖλαι, ἀπελθεῖν τάχιον καὶ τὸ ὀχύρωμα καταλαβεῖν. Κἀκεῖνος ἐμπείρως μαχό‐ | |
5 | μενος καὶ ἀνθιστάμενος τοῖς πολεμίοις καὶ ποτὲ μὲν ὑποστρέφων κατ’ αὐτῶν, ποτὲ δὲ ὑποφεύγων, ἐρεθίσει αὐτοὺς πρὸς δίωξιν. | |
11.5 | Καὶ εἰ ἄχρι τῶν τόπων κατα‐ διώξουσιν ἐν οἷς οἱ πεζοὶ ἀποκρύπτονται, καὶ τούτους τινὲς τῶν πολεμίων διέλθωσι, τότε οἱ πεζοὶ τῶν ἐγκρυμμάτων ἐξερχόμενοι ἀντιστήσονται τοῖς διώκουσι πολεμίοις καὶ ἀπωθήσονται. Οἱ δὲ τοὺς πεζοὺς διελθόντες πολέμιοι ἐμπεσοῦνται τῷ ἐγκρύμματι | |
5 | τῶν ἱππέων καὶ ἄρδην ἅπαντες ἀπολοῦνται· ὑπὸ γὰρ τοῦ τόπου οἱ πεζοὶ βοηθού‐ μενοι οὐκ ἐάσουσι τοὺς διώκοντας διελθεῖν, ἀλλὰ τὴν δίωξιν καταλείψουσι καὶ ἄπρακτοι πάντως ὑποστρέψουσι, τοὺς ἤδη προκατασχεθέντας τῶν οἰκείων ἀπολέ‐ σαντες. | |
12t | Περὶ ἀθρόας ἐξελεύσεως τῶν πολεμίων πρὸ τοῦ τὰ ῥωμαϊκὰ ἐπισυναχθῆναι στρατεύματα | |
12.1 | Εἰ δέ γε τῶν πολεμίων ἐξέλευσις ἀθρόα καὶ σύντομος γένηται, οἷα πολλάκις | |
παρ’ αὐτῶν εἰώθει γίνεσθαι, μήπω τῶν βασιλικῶν στρατευμάτων ἐπισωρευθέντων, ἀλλὰ μόνου τοῦ στρατηγοῦ, μηδὲ αὐτοῦ δυνηθέντος διὰ τὸ σύντομον τῆς αὐτῶν ἐξελεύσεως τὸν ὅλον λαὸν τοῦ ἰδίου θέματος ἐπισυναγαγεῖν, ἀλλ’ ὀλίγον ἔχει καὶ | 75 | |
5 | εὐαρίθμητον, ὁρᾷ δὲ τοὺς πολεμίους πρὸς λείαν σπεύδοντας καὶ ἐπειγομένους, ἐπιγνῷ δὲ τὴν χώραν ἐν ᾗ τὴν ὁρμὴν ποιοῦνται μήπω ἐκσπηλευθεῖσαν καὶ εἰς τὰ κάστρα ἢ εἰς τὰ ὀχυρώματα φυγαδευθεῖσαν, χρὴ τῆς τοιαύτης χώρας εἴτε τὸν τουρμάρχην εἴτε ἑτέρους ἄρχοντας σπουδῇ πολλῇ ἀποστεῖλαι καὶ ἔμπροσθεν τῶν πολεμίων γενέσθαι καί, ὡς οἷόν τε ὦσι, καὶ τοὺς τῶν χωρίων οἰκήτορας καὶ τὰ τούτων κτήνη | |
10 | καὶ φυγαδεῦσαι καὶ ἐκσπηλεῦσαι. | |
12.2 | Ὁρῶντα δὲ τὸν στρατηγὸν τοὺς πολεμίους ἤδη μέλλοντας πρὸς τὸ τῆς ἡμέρας διάφαυμα τοῖς χωρίοις ἐπιθέσθαι, ὄπισθεν αὐτῶν ἐπακολουθοῦντα καθὼς ἀνωτέρω εἰρήκαμεν, τῇ αὐτῇ νυκτὶ δεῖ ἐμφανισθῆναι τοῖς πολεμίοις, πρὸς πόλεμον δῆθεν παρασκευαζόμενος, ἵν’ ὡς ἐκ τούτου δυνηθῇ τὴν | |
5 | ὁρμὴν αὐτῶν ἀναστεῖλαι καὶ ἀβλαβῆ τὴν χώραν διατηρῆσαι. | |
12.3 | Καὶ εἰ μὲν ποταμός ἐστιν ἐν τῇ ὁδῷ δυσπέρατος, καὶ μέλλουσι τοῦτον διαπερᾶν οἱ πολέμιοι, ἢ στένωμα ἢ δυσχωρία ἐν τῇ ὁδῷ, ἡνίκα τὸν ποταμὸν οἱ πλείους διαπεράσουσιν ἢ εἰς τὸ στένωμα χωρηθῶσιν, εἰς τὸν ὄπισθεν λαὸν αὐτῶν ἀποστεῖλαι, καὶ αὐτὸν ἐκεῖνον τὸν στρατηγὸν | |
5 | παραγενέσθαι μετὰ ἐκλεκτῶν ἀρχόντων καὶ καλοϊππαράτων καὶ ἐμφανισθῆναι τοῖς πολεμίοις καὶ πρὸς μάχην δῆθεν κατ’ αὐτῶν παρασκευασθῆναι τοῦ συμβαλεῖν πόλεμον, τοὺς παριππαράτους καὶ ἐνταγιστράτους διαχωρίζων ἐξ αὐτοῦ καὶ εἰς ὀχυρώματα εἴτε κάστρον ἀποστέλλων, εἰ τύχῃ πλησίον. | |
12.4 | Εἰ δὲ ποταμὸς οὐκ ἔστιν οὐδὲ δυσχωρία ἐν τῇ ὁδῷ, καὶ ὡσαύτως δεῖ μικρόν τι παραβουλεύσασθαι καὶ πρὸς μάχην ὁρμῆσαι, ἕως οὗ καὶ ἐπιδιωχθῇ παρ’ αὐτῶν τῇ νυκτί, ἵνα διαγινώσκοντες σαφῶς οἱ πολέμιοι τὸν στρατηγὸν ἐπακολουθοῦντα συσταλῶσι καὶ μηδαμῶς ἐξελάσαι τολμή‐ | |
5 | σωσι καὶ τὴν ἐπίθεσιν κατὰ τῶν χωρίων ποιήσωνται. Καὶ τούτου γενομένου τῆς μελλούσης γενέσθαι ἐπιδρομῆς ἐν τοῖς χωρίοις καὶ αἰχμαλωσίας ῥύσεται αὐτοὺς καὶ ἐλευθερώσει. | |
12.5 | Μετὰ πολλῆς δὲ ἀκριβείας καὶ διασκέψεως ποιείτω τὴν ἔνδειξιν | |
καὶ κατ’ αὐτῶν προβολὴν δι’ ὀλίγων καὶ ἐκλεκτῶν, ὡς ἔφημεν, ἱππέων, καὶ εὐθέως ὑποστρεφέσθωσαν φεύγοντες πρὸς τὸν στρατηγὸν καὶ τὸ ὀχύρωμα, καὶ μὴ ἀμέτρως καὶ παρὰ τὸ δέον ἐφορμάτωσαν κατὰ τῶν ἐχθρῶν· λαοῦ γὰρ ἴσως παρὰ τὴν αὐτῶν | 77 | |
5 | δύναμιν αὐτοῖς ἐπιφορτισθέντος πολεμίας χειρὸς θᾶττον γενήσονται παρανάλωμα, καὶ μάλιστα εἰ τύχῃ πανσέληνον εἶναι τὴν νύκτα. | |
12.6 | Εἰ δὲ ἀφεγγής ἐστι καὶ ζοφώδης, ἀβλαβῶς τὴν τοιαύτην πρᾶξιν ἐργάσονται καὶ δυοῖν θάτερον πάντως φανεῖεν κατωρθωκότες· ἢ μηδόλως ἐξελάσαι πρὸς λείαν τοὺς πολεμίους παρασκευά‐ σαντες ἤ, εἴπερ καὶ ὅλως ἐκδράμωσιν, ἄχρι τοῦ αὐγάσαι τὴν ἡμέραν τελείως | |
5 | οὐδαμῶς ἐξελάσαι κατατολμήσουσι, καὶ τότε ὀλίγοι τινές· οἱ γὰρ πλείους τὸν παρὰ τοῦ στρατηγοῦ πόλεμον ὑφορώμενοι τῆς τοῦ ἀμηρᾶ παρατάξεως οὐκ ἀποστήσονται. Καὶ οὕτως ποιοῦντος τοῦ στρατηγοῦ, ἐκφύγωσιν οἱ τῶν χωρίων οἰκήτορες εἴς τε τὰ ὀχυρώματα καὶ τὰ κάστρα, καὶ ἀβλαβεῖς διατηρηθῶσιν. | |
13t | Περὶ τοῦ ἐνεδρεῦσαι κατὰ τῶν λεγομένων μινσουρατόρων ἐν τοῖς ἀπλήκτοις | |
13.1 | Τῶν δὲ πολεμίων φοσσατικῶς τὰς χώρας ἡμῶν δῃούντων καὶ κοῦρσα πόρρωθεν μὴ ἀποστελλόντων ἀλλ’ ἑαυτοὺς ἀσφαλιζομένων, σπουδάσει δι’ ἑτέρας μηχανῆς τραυματίσαι αὐτούς. Διασκοπῆσαί σε χρὴ καὶ στοχάσασθαι, ἀφ’ οὗ τόπου τῶν πολεμίων ὑπάρχει ἄπληκτον, καὶ ἐν ποίῳ τῇ ἐπιούσῃ μέλλει ἀπληκεύειν. | |
13.2 | Καὶ εἰ μακρότατόν ἐστι τὸ διάστημα τοῦ ἀπλήκτου, ὡσεὶ μιλίων ἑξκαίδεκα καὶ ἐπέκεινα, ὥστε τὸ τῆς ὁδοῦ μῆκος δύνασθαι κατακόπους αὐτούς τε καὶ τοὺς ἵππους αὐτῶν ἐργάσασθαι, πλησίον δὲ τοῦ τόπου ἐν ᾧ μέλλουσι καταλύειν διασκοπήσας καὶ εὑρὼν | |
5 | λόχον ἐπιτήδειον, μαχίμους καὶ ἐκλεκτοὺς ἄνδρας ἱππότας τριακοσίους ἢ καὶ τούτων ἔλαττον ἀπολεξάμενος ἐν αὐτῷ ἀποκρύψεις. Καταστήσεις δὲ καὶ ἑτέραν ἐνέδραν μετὰ παντὸς τοῦ λαοῦ σου ἐν ἐπιτηδείῳ τόπῳ ἔχοντι καὶ ὀχύρωμα εἰς ἀσφάλειαν αὐτοῦ. | |
13.3 | Εἰ δὲ καὶ κάστρον πλησίον τύχῃ, ἔστι καὶ αὐτὸ εἰς περισσοτέραν σου σωτηρίαν καὶ ὠφέλειαν. Καὶ εἰ χρεία γένηται τῶν πεζῶν, ἐξελθέτωσαν καὶ αὐτοὶ τοῦ κάστρου συμμαχοῦντες καὶ ἐπιβοηθοῦντές σοι. | |
13.4 | Οἱ δὲ προτρέχοντες τοῦ λαοῦ τῶν πολεμίων καταλαβεῖν τὸν τόπον πρὸς τὸ εὐτρεπίσαι τὰ ἑαυτῶν ἄπληκτα, ὡς εἰώθει—οὓς μινσουράτορας εἴθισται Ῥωμαίοις καλεῖν—, καὶ ἀσχολουμένων ἐν αὐτοῖς, ἐξελθέτωσαν κατ’ αὐτῶν οἱ παρὰ σοῦ ἐν τῷ πρώτῳ λόχῳ πλησίον τοῦ | 79 |
5 | ἀπλήκτου προκαταστάντες ὀξέως σὺν ἐλασίᾳ πολλῇ, καὶ τούτους βοηθείᾳ Θεοῦ χειρώσονται. Καὶ εἴγε τούτους οἱ ἐχθροὶ καταδιώξουσιν ἕως τοῦ τόπου ἐν ᾧπερ δυνατὸν ἔγκρυμμα κατέστησας, ἐξερχόμενος κατ’ αὐτῶν ἀνδρικῷ καὶ γενναίῳ ὁρμήματι ὑπερισχύσεις τῶν διωκόντων καὶ τρόπαιον μνήμης ἄξιον ἀνεγερεῖς. | |
13.5 | Καὶ εἴγε συμβῇ δυνάμεις τῶν πολεμίων καταλαβεῖν ἀντιμαχομένας σοι, ἔχων τὴν τοῦ ὀχυρώματος βοήθειαν καὶ τῶν πεζῶν, οὕτως καταισχυνεῖς αὐτοὺς καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλόντας ἀπράκτους παρασκευάσεις ὑποστρέψαι. | |
14t | Περὶ τῆς ὑποχωρήσεως τῶν ἱππέων ἀπὸ τῶν πεζῶν ὁδοιπορούντων ὁμοῦ | |
14.1 | Χρὴ οὖν καὶ τοῦτό σε ἀκριβῶς, ὦ στρατηγέ, σκοπεῖν καί, τῶν πολεμίων ἀγωνιζομένων διαλαθεῖν σε καὶ κοῦρσα ἀποστέλλειν καὶ τὰς χώρας ἡμῶν ληΐσασθαι, ἄγρυπνον ἔχειν τὸν νοῦν, μή ποτέ σε ἡ ἐπίνοια καὶ μηχανὴ αὐτῶν διαλάθῃ· ὅπερ γὰρ λέξω καὶ ἐν ἄλλοις οἱ αὐτοὶ ἐξειργάσαντο. | |
14.2 | Ὁμοῦ γὰρ αὐτῶν τῶν τε ἱππέων καὶ πεζῶν σὺν τῆς ἀποσκευῆς ὁδοιπορούντων, καθὼς ταῖς ὄπισθεν καὶ διελθούσαις ἡμέραις ἐποίουν, οἱ εἰς κοῦρσα ἐξελάσαι βουλόμενοι, ἡνίκα πρὸς δυσμὰς ὁ ἥλιος καταντήσει, ἡ μὲν ἀποσκευὴ αὐτῶν καὶ ἅπαν τὸ ὑπουργικὸν σὺν τῷ πεζῷ τούτῳ | |
5 | στρατεύματι καὶ τῶν εἰς φυλακὴν αὐτῶν καταλιμπανομένων πολεμιστῶν ἱππέων τὰς σκηνὰς πηξάμενοι, ὡς ἔθος αὐτοῖς ἀπληκεύουσιν· οἱ δὲ εἰς κοῦρσον ἑτοιμασθέντες καὶ τὰς ἡμετέρας χώρας καταδραμεῖν βουλόμενοι, πρὸς τὸ μὴ κονιορτὸν αὐτῶν φανῆναι, ἀμφὶ δείλην ὀψίαν πρὸς κοῦρσον ὁρμῶσιν. | |
14.3 | Τῷ δὲ παραμεῖναι ὀφείλοντι τῷ τῶν πολεμίων φοσσάτῳ, εἴτε τουρμάρχης ἐστὶν εἴθ’ ἕτερος ἄρχων, μετὰ τοῦ | |
λαοῦ αὐτοῦ ἐρχομένῳ χρὴ πλησιάσαι τῷ τόπῳ ἐν ᾧ αὐλίζονται. Ἐπειδὴ τῆς νυκτὸς καταλαμβανούσης, ὀφείλουσι τότε κατὰ τὸ εἰωθὸς εἰσέρχεσθαι καὶ πλησιάζειν ταῖς | 81 | |
5 | σκηναῖς αὐτῶν μετὰ πρώτην ὥραν ἢ καὶ δευτέραν τῆς νυκτός, καὶ ἐὰν οὐχ εὑρήσουσιν ἐν τῷ ἀπλήκτῳ τοὺς τῶν πολεμίων ἱππεῖς, διὰ τὸ ἤδη αὐτοὺς εἰς κοῦρσον πορευ‐ θῆναι, οὐκ ἔστι δυνατὸν ἄλλως τούτους τοὺς τὴν παραμονὴν πεπιστευμένους ἄρχοντας τοῦτο ἀκριβῶς διαγνῶναι καὶ τῷ στρατηγῷ τὸ ἀληθὲς καταμηνῦσαι, εἰ μὴ οὕτως ὡς λέξω. | |
14.4 | Δεῖ τοίνυν τοὺς καθ’ ἑκάστην ἡμέραν πρὸς παραμονὴν ἀποστελλο‐ μένους ἐκ τῶν παραμεινάντων τὰς ὄπισθεν καὶ διελθούσας ἡμέρας τὸ φοσσᾶτον —καὶ εἰς τὰ τετράδια ἱσταμένους, καθὼς ἀνωτέρω εἰρήκαμεν—, δύο ἐξ αὐτῶν ἐμπειροτάτους καὶ ἀνδρείους τῶν εἰς τὴν παραμονὴν ἀπερχομένων παρὰ τοῦ στρατη‐ | |
5 | γοῦ λαμβάνειν, ἵνα καλῶς παρ’ αὐτῶν ἀναδιδάσκωνται οἷα πρότερον κἀκεῖνοι ἐνήργησαν καὶ ἐθεάσαντο. Αὐτοὺς δὲ τοὺς δύο ἀναμίξας ἑνὶ τῶν τεσσάρων τετραδίων ὁ τουρμάρχης ἀποστειλάτω, κατὰ τὸν προεκτεθέντα τύπον τῆς παραμονῆς, ἐγγίσαι τῷ φοσσάτῳ πρὸς τὸ ἀκούειν τὰς φωνὰς αὐτῶν καὶ τοὺς χρεμετισμοὺς τῶν ἵππων. Οἱ οὖν δύο ἄνδρες οἱ πρότερον παραμείναντες ἐν ἄλλοις ἀπλήκτοις τῷ φοσσάτῳ, | |
10 | ὅτε καὶ ὁ λαὸς αὐτῶν ἅπας συνῆν καὶ συνηπλήκευε, δυνήσονται στοχάσασθαι ἀπό τε τῆς τοῦ λαοῦ ὀχλαγωγίας καὶ ταραχῆς καὶ τοῦ χρεμετισμοῦ τῶν ἵππων, ἀπό τε τοῦ χώρου ἐν ᾧ τὰς σκηνὰς ἐπήξαντο—οὐ γὰρ εὑρεθήσεται ὁ χῶρος τὸ τρίτον μέρος ἔχων, ὧν ἐν τοῖς ὄπισθεν ἀπλήκτοις κατεῖχον, ὅτε ἅπαντες ὁμοῦ συνηπλή‐ κευον—, καὶ ἐκ τούτου δυνατόν ἐστι στοχάσασθαι καὶ κατανοῆσαι ὡς ἐπιλείπει ὁ | |
15 | λαὸς τῶν πολεμίων ἐν ἐκείνῳ τῷ χώρῳ καὶ μὴ εἶναι σὺν αὐτοῖς ἐν τῷ ἀπλήκτῳ. Καὶ πῶς γὰρ οὐ δυνατὸν τοῦτο στοχάσασθαι ὁπόταν ἓξ χιλιάδες ἀνδρῶν, πλεῖον ἢ ἔλασσον, καὶ ἵππων ἄχρι τῶν δώδεκα ἐπιλείπωσιν ἐκ τοῦ ἀπλήκτου, οὓς πάντας ὁμοῦ εἶναι οἱ πρώην παραμείναντες ἑώρων καὶ κατεστοχάζοντο. | |
14.5 | Διὰ οὖν τὸ ἀμφίβολον, πρὸς τὸ καὶ τελείαν λαβεῖν τοὺς παραμένοντας περὶ τούτου τῆς ἀληθείας κατάληψιν, δέον καὶ τοῦτο τὸν εἰς τὴν παραμονὴν ἀποσταλέντα τουρμάρχην διαπρά‐ ξασθαι· ἱππότας ὀκτώ, ἄνδρας τῶν ἐμπειροτάτων καὶ τὰς ὁδοὺς εἰς ἄκρον ἐξησκη‐ | |
5 | μένους ἀπολεξάμενος, διορίσασθαι εἴτε δεξιὰ εἴτε εὐώνυμα ἐκ τῶν ὄπισθεν, ἐν ᾧ | |
ὁ τουρμάρχης ἵσταται, ἔμπροσθεν γενέσθαι τῶν πολεμίων ἀφισταμένους τῶν σκηνῶν μιλίου τὸ ἥμισυ, καὶ ἔμπροσθεν γενομένους ἀκριβῶς ἐρευνῆσαι καὶ τὰς ὁδοὺς ἀναψηλαφῆσαι. Καὶ εἰ ἄρα οἱ τῶν πολεμίων ἱππεῖς διῆλθον καὶ ἄχρι τῶν διακοσίων ὑπῆρχον, διαγνώσουσι τὴν τούτων διάβασιν οἱ ἀποσταλέντες, μή τί γε ἄχρι τῶν | 83 | |
10 | δώδεκα χιλιάδων ἵπποι, πλέον ἢ ἔλασσον. Τὰ γὰρ ἴχνη τῶν τοσούτων ἵππων ὡς προσφάτως διελθόντων σαφῶς οἱ ἀποσταλέντες διαγνώσονται, καὶ τάχει πολλῷ πρὸς τὸν τουρμάρχην ὑποστρέφοντες περὶ τούτου ἀπαγγειλάτωσαν καὶ διὰ ποίας ὁδοῦ τὴν ὁρμὴν ἐποιήσαντο. Ὁ δὲ τουρμάρχης παραυτίκα σπουδῇ πολλῇ τῷ στρατηγῷ καταμηνυσάτω περὶ τούτου καὶ διὰ ποίας ὁδοῦ ἐπορεύθησαν. | |
14.6 | Δεῖ οὖν τὸν στρατηγὸν πρὸς ταῦτα βουλεύσασθαι μετὰ τῶν συνόντων αὐτῷ στρατηγῶν καὶ λοιπῶν ἐμπείρων. Καὶ εἰ μὲν ὁρᾷ τὸ ἑαυτοῦ στράτευμα δύναμιν ἔχον τοῦ ἀντιπαρατάξασθαι τῷ τῶν πολεμίων φοσσάτῳ, πρὸς τὴν κατ’ αὐτῶν μάχην παρασκευασθήτω, εἴγε πλησίον ἐστὶ καὶ τὸ τῶν πεζῶν αὐτοῦ στράτευμα, | |
5 | δυνάμενον τῇ αὐτῇ ἡμέρᾳ ἑνωθῆναι αὐτῷ. Εἰ οὖν ἐστιν ὁ χῶρος, ἐν ᾧ οἱ πολέμιοι αὐλίζονται, ὀχύρωμα ἔχων εἰς ἐκείνων ἀσφάλειαν ἢ ῥύακα δυσδιάβατον, οὐ χρὴ πρὸς τὸν κατ’ αὐτῶν ἐξαρτύεσθαι πόλεμον· εἰ δὲ ἐφόμαλός ἐστι πανταχόθεν, μάλιστα δὲ καὶ τῶν πεζῶν δυναμένων καταβαλεῖν ἐν ἡμέρᾳ τῆς τοῦ πολέμου προσβολῆς, παρασκευασθήτω πρὸς τοῦτο. | |
14.7 | Εἰ δὲ ὁ χῶρος ὀχυρότητα ἔχει, ὡς ἔφημεν, καὶ τὸ πεζικὸν στράτευμα ἐπιλείπει, δέον ὁρμῆσαι τάχει πολλῷ πρὸς τὸ τοὺς κουρ‐ σεύοντας τῶν πολεμίων καταλαβεῖν, καὶ ἄρχοντα μὲν χρήσιμον ἀποστεῖλαι τοῦ ἐπιλα‐ βέσθαι τῶν ἰχνῶν τῶν πρὸς τὴν ἐκδρομὴν τοῦ κούρσου ὁρμησάντων πολεμίων· | |
5 | αὐτὸς δὲ μετὰ παντὸς τοῦ λαοῦ ἐκ πλαγίου περιπατῶν σπευσάτω, ὀξύτερον βαδίζων, πλησίον γενέσθαι, καθὼς τὰς ὁδοὺς ἐξεπίσταται ἐν αἷς οἱ πολέμιοι περιπατοῦσι· καὶ μετ’ ἀσφαλείας περιπατείτω. Ἡνίκα δὲ τὸ διάφαυμα τῆς ἡμέρας ἐγγίσει, ἀποστειλάτω βιγλάτορας εἰς κατασκοπὴν τῶν πολεμίων· καὶ εἰς ὑψηλοὺς βουνοὺς ἀνερχόμενοι ἀγωνισάσθωσαν θεάσασθαι αὐτούς. | |
14.8 | Ὁ δὲ στρατηγὸς ἡμέρας γενο‐ μένης τὸν ἑαυτοῦ λαὸν ἀποκρυπτέτω, ἵνα μὴ τὸν κονιορτὸν αὐτοῦ οἱ πολέμιοι θεασάμενοι μᾶλλον ἐνεδρευθῇ παρ’ αὐτῶν. Καταμηνυόμενος δέ, ἢ παρὰ τῶν ἐπακο‐ λουθούντων τῷ κούρσῳ ἢ παρὰ τῶν εἰς ἐπισκοπὴν καὶ βίγλαν ἀποσταλέντων, ἐν | |
5 | ᾧ τόπῳ ἡ παράταξίς ἐστι τῶν πολεμίων ἡ τὸν ἀρχηγὸν αὐτῶν ἔχουσα, ὀλίγους τινὰς μεθ’ ἑαυτοῦ λαβὼν ὁ στρατηγὸς καὶ εἰς ὑψηλὴν σκοπιὰν ἀνερχόμενος σπευσάτω οἰκείοις ὀφθαλμοῖς τὴν τῶν πολεμίων παράταξιν θεάσασθαι. | |
14.9 | Ταύτην δὲ θεασά‐ μενος, ἐπεὶ καὶ τὸ πλῆθος τοῦ λαοῦ αὐτῶν διεσκορπίσθη πρὸς λείαν, στοχαζέσθω μετὰ τῶν σὺν αὐτῷ τὸ πλῆθος τῆς παρατάξεως τῶν πολεμίων καὶ τὴν τοῦ ἰδίου λαοῦ ἰσχύν· καὶ ἐὰν πλεῖόν ἐστι τὸ ἑαυτοῦ στράτευμα τῶν πολεμίων, ὁρμησάτω | 85 |
5 | κατ’ αὐτῶν, ὡς ἤδη ἀνωτέρω διετυπώσαμεν. Καὶ εἰ παράσχῃ αὐτῷ Θεὸς βοήθειαν καὶ δυνηθῇ τὴν παράταξιν αὐτῶν τραυματίσαι καὶ καταδιῶξαι, μέγα ἔργον καὶ μνήμης ἄξιον ἐπιτελέσει. | |
14.10 | Εἰ δὲ πλῆθός ἐστι τοῦ λαοῦ ἐν τῇ τῶν ἐχθρῶν παρατάξει, δέον ἐστὶ σπουδάσαι τὸν στρατηγὸν ἔμπροσθεν γενέσθαι, ἐν οἷς χωρίοις οἱ πολέμιοι τὰς ἐκδρομὰς ἐποιήσαντο, ἐκ τῶν ὄπισθεν αὐτῶν γενόμενον· καὶ τούτων διεσκεδασμένων ἐπιτυγχάνων καὶ τῇ ἐλασίᾳ ἐκλελυμένων καὶ αὐτῶν καὶ τῶν ἵππων | |
5 | αὐτῶν, εὐχερῶς τούτους καταγωνίσεται δι’ ὅλης τῆς ἡμέρας ἀναψηλαφῶν αὐτοὺς ἐν τοῖς χωρίοις· κἀκείνους μὲν λόγῳ ἀνδραπόδων καταστήσει καὶ ὡς βούλεται τοῖς κατ’ αὐτῶν χρήσεται, τοὺς δὲ γεωργοὺς ἐλευθερώσει τῆς αἰχμαλωσίας καὶ εἴ τι ἂν ἔτυχον τῶν αὐτῶν λαβεῖν. | |
14.11 | Εἰ δέ γε καὶ φούλκῳ συναντήσει τῷ εἰς φυλακὴν ἐπακολουθοῦντι τῶν ἐξελαυνόντων, παρασκευασθήτω πρὸς τὸν κατὰ τοῦ φούλκου πόλεμον, καθὼς ἔμπροσθεν ἐξεθέμεθα, καὶ Θεοῦ συνεργίᾳ τῆς κατ’ αὐτῶν μάχης κρατήσει. | |
14.12 | Εἰ δὲ τοῖς ἐν τῇ αὐτῇ νυκτὶ παραμεῖναι σταλεῖσι τοῖς πολεμίοις ἐναντία ἀπηντήκασι συναντήματα, διὰ τὸ μήπω προκαταλαβεῖν αὐτοὺς καὶ εἰς τοὺς τόπους γενέσθαι ἐν οἷς τὸ φοσσᾶτον βλέπειν ἠδύναντο καὶ τὰς φωνὰς αὐτῶν ἐνωτίζεσθαι, καὶ τὸ κοῦρσον αὐτῶν προεξῆλθεν, ὡς ἔφημεν, καί, διὰ τὸ τὴν περὶ τούτου ἀκριβῆ | |
5 | λαβεῖν αὐτοὺς τῆς ἀληθείας κατάληψιν, ἐκ τοῦ τοιούτου συναντήματος βραδῦναι καὶ χρονίσαι συνέβη τὴν πρὸς τὸν στρατηγὸν ἀποστελλομένην βεβαίαν ἀπαγγελίαν τοῦ πράγματος καὶ τὸ πρὸς τὸν στρατηγὸν ἀποστελλόμενον μανδᾶτον, εἰ μὲν πρὸς ὥραν ἐννάτην τῆς νυκτὸς καὶ ἐπέκεινα καταμηνυθῇ ὁ στρατηγὸς περὶ τούτου καὶ ὁρᾷ τὸ στενὸν τοῦ καιροῦ, ἐπεὶ καὶ τὸ κοῦρσον τῶν πολεμίων τῇ διελθούσῃ ἔτι τῆς | |
10 | ἡμέρας ἐπικρατούσης τὴν κίνησιν ἐποιήσατο καὶ δι’ ὅλης τῆς νυκτὸς πόρρω που γενέσθαι ἔμελλε, καὶ οὐ δυνατὸν τούτους διεσκεδασμένους καταλαβεῖν, χρὴ αὐτὸν εἰς τὸν κατὰ τοῦ φοσσάτου εὐτρεπισθῆναι πόλεμον. | |
14.13 | Καὶ εἰ μὲν δισημερεῦσαι βουληθῶσιν ἐν ᾧ αὐλίζονται τόπῳ, παρασκευασθῆναι αὐτὸν εἰς τὴν κατ’ αὐτῶν μάχην, καθὼς ἀνωτέρω τὸν κατὰ τοῦ φοσσάτου πόλεμον γενέσθαι ἐξεθέμεθα. Ἀλλ’ οὐκ ἂν δισημερεύσωσιν ἐν αὐτῷ τῷ χώρῳ, διὰ τὸ κατεπείγεσθαι ταῖς ἱππικαῖς | 87 |
5 | αὐτῶν δυνάμεσι ταῖς εἰς λείαν ἐκδραμούσαις τάχιον ἑνωθῆναι· καὶ ὁδοιπορούντων αὐτῶν ἐπιτυγχάνων ὁ στρατηγός, προθύμως εἰς τὸν κατ’ αὐτῶν ὁρμησάτω πόλεμον, καθὼς καὶ περὶ τοῦ ἐν τῇ ὁδοιπορίᾳ φοσσάτου διακεχωρισμένου τοῦ κούρσου προ‐ ειρήκαμεν. Καὶ πάντα ἐπιμελῶς ποιοῦντος τοῦ στρατηγοῦ κατὰ τὴν προτέραν διάταξιν, τὴν τοῦ Θεοῦ ἔχων βοήθειαν καὶ τῆς ἁγίας καὶ παναχράντου μητρὸς αὐτοῦ | |
10 | καὶ Θεοτόκου, μεγάλην καὶ ἀξιόλογον δουλείαν ἐπιτελέσει. | |
15t | Περὶ ἀσφαλείας | |
15.1 | Δεῖ οὖν σε, στρατηγέ, πᾶσαν ἀσφάλειαν καὶ φυλακὴν ἔχειν τοῦ μὴ αἰφνι‐ διασμὸν ὑποστῆναι καὶ ἀδοκήτως τοὺς πολεμίους κατὰ σοῦ τὴν ἔφοδον ἐργάσασθαι. Ἕξεις δὲ τὴν φυλακὴν καὶ ἀσφάλειαν, εἴγε καθ’ ἑκάστην ἡμέραν ἀποστέλλονται παρὰ σοῦ οἱ ὀφείλοντες παραμένειν τῷ τῶν πολεμίων φοσσάτῳ, ἐν ᾧ τόπῳ αὐλί‐ | |
5 | ζονται· ἐκείνων γὰρ διὰ σπουδῆς τιθεμένων καὶ πᾶσαν μηχανὴν καταβαλλομένων ἀδοκήτως σοι ἐντυχεῖν τοῦ καταγωνίσασθαι, εἰς βλάβην μὲν καὶ ἀπώλειαν τοῦ χριστωνύμου λαοῦ καὶ ἀδοξίαν τῶν κραταιοτάτων Ῥωμαίων, εἰς ἔπαρσιν δὲ καὶ γαυρίαμα τῶν ἀλαζόνων τῆς Ἄγαρ υἱῶν καὶ ἀρνητῶν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Συμβαίνει γὰρ κατασχεθῆναι παρ’ αὐτοῖς δεσμώτας τῶν ἡμετέρων ἢ καὶ αὐτομόλους | |
10 | γενέσθαι καὶ παρ’ αὐτῶν μαθεῖν ἐν ποίῳ τόπῳ αὐλίζῃ. | |
15.2 | Ἵν’ οὖν μὴ νυκτὸς τὰς ἱππικὰς δυνάμεις αὐτῶν ἀνελόμενοι ἐξελάσωσι καταλαβεῖν σε καὶ ἀδοκήτως ἐπι‐ πέσωσι, διὰ ταῦτα δέον τοὺς παραμένοντας, ἡνίκα τῆς ταραχῆς τοῦ λαοῦ τῶν πολεμίων αἴσθονται πρὸς κίνησιν, εὐθέως τάχει πολλῷ καταμηνῦσαι ὅτι τε ὁ λαὸς διεταράχθη | |
5 | πρὸς κίνημα, πάλιν δὲ ἀποκινούντων δι’ οἵας ἂν ὁδοῦ τὴν πορείαν ποιῶνται, καὶ αὖθις καταμηνύειν ὅτι τε πλῆθος λαοῦ ἀπεκίνησαν καὶ τήνδε ὁδὸν πορεύονται, εἴτε ἅπαντες σὺν τῷ πεζικῷ, εἴτε οἱ ἱππεῖς μόνοι. | 89 |
15.3 | Ὁ δὲ στρατηγὸς μὴ θαρρείτω μόνον εἰς τὰ ἐρχόμενα πρὸς αὐτὸν μανδᾶτα τῶν παραμενόντων τοῖς πολεμίοις, ἀλλὰ καὶ βίγλας ἐχέτω διπλᾶς, ἐξώβιγλα καὶ ἐσώβιγλα, ἔστιν ὅτε καὶ τριπλᾶς· καὶ ἐν νυκτὶ μὲν τὰς ὁδοὺς φυλάττειν καὶ ἐν οἷς τόποις διάβασις ὑφορᾶται πολεμίων· | |
5 | ἐν ἡμέρᾳ δὲ μὴ μόνον τὰς ὁδοὺς φυλάττειν τοὺς βιγλάτορας, ἀλλὰ καὶ εἰς τόπους ἀνέρχεσθαι ὑψηλοτάτους πρὸς τὸ δύνασθαι αὐτοὺς εὐχερῶς ὁρᾶν μὴ μόνον καπνοὺς καὶ κονιορτούς, ἀλλὰ καὶ λαοὺς τῶν πολεμίων, εἴπερ ἔρχονται. Πλείονας δὲ εἶναι τὰς βίγλας ἔφημεν, διὰ τό, εἴ ποτε συμβῇ τὴν πρώτην ὑπὸ τῶν πολεμίων ἁλῶναι, ἡ μετ’ ἐκείνην τοὺς πολεμίους θεωροῦσα τῷ στρατηγῷ τὴν τῶν ἐχθρῶν καταμηνύει | |
10 | ἔλευσιν. | |
15.4 | Καὶ δὶς δὲ ἐν νυκτὶ μεταπληκεύειν δεῖ τὸν στρατηγὸν καὶ ἐν ἡμέρᾳ ὡσαύτως. Καὶ μεταπληκεύων μὲν τοὺς βιγλάτορας μετ’ αὐτοῦ λαμβανέτω, κατα‐ λιμπανέτω δὲ ἐν ᾧ τόπῳ ηὐλίζετο ἓξ ἄνδρας ἢ ὀκτώ, τοὺς ὑποδοχαρίους καλουμένους, μετὰ καί τινος ἄρχοντος τῶν χρησίμων, ἵνα οἱ πεμπόμενοι παρὰ τῶν παραμενόντων | |
5 | τοῖς ἐχθροῖς μανδᾶτα φέροντες προσερχόμενοι, δι’ αὐτῶν τῷ στρατηγῷ ἀποκομί‐ ζωνται. Ἐν ᾧ δὲ πάλιν τόπῳ ὁ στρατηγὸς ἀπληκεύσει, τὰ ἐξώβιγλα ἀποστελλέτω. Ἔστωσαν δὲ ἀνὰ τέσσαρες ἄνδρες ἐν ἑκάστῳ στασιδίῳ, ἵνα τῶν δύο καθευδόντων νυκτὸς οἱ δύο γρηγορῶσιν. | |
16t | Περὶ διαχωρισμοῦ τοῦ τούλδου | |
16.1 | Δεῖ οὖν σε, στρατηγέ, καὶ τοῦτο παραφυλάττειν καί, ἡνίκα πλησιάσαι μέλλεις τοῖς πολεμίοις, τὸ τοῦλδον ἀπὸ σοῦ διαχωρίζειν καὶ ἀποστέλλειν μήκοθεν ἐν ὀχυρῷ τόπῳ ἢ ἐν κάστρῳ, ἄνδρα τινὰ τῶν χρησίμων καὶ ἐμπείρων ἐφιστῶν προνοεῖσθαι αὐτοῦ, καὶ ἱππεῖς μαχίμων ἀνδρῶν ὀλίγους τινὰς παρέχειν τῷ ἄρχοντι τοῦ τούλδου, | |
5 | ὅπως δι’ αὐτῶν αἱ βίγλαι κρατῶνται εἰς φυλακὴν τοῦ τούλδου. Ἡνίκα δὲ πάλιν ἐν χρείᾳ τούτου γένῃ, καταμηνύειν τῷ ἐμπεπιστευμένῳ τὴν πρόνοιαν αὐτοῦ ἄρχοντι | |
ἐλθεῖν ἐν ᾧ τόπῳ διωρίσθη τοῦ ἑνωθῆναί σοι. Τοῦ μέντοι τούλδου ἀπὸ σοῦ διαχωρι‐ ζομένου, ἀναλαμβάνειν σε δεῖ ἐπισιτισμὸν τοῦ λαοῦ καὶ ταγὰς τῶν ἵππων δύο ἡμερῶν ἢ τριῶν βασταζομένας εἰς ταχεῖς ἡμιόνους ἢ καὶ ἵππους ἐν τοῖς σαγμοσελλίοις. | 91 | |
16.2 | Ἡνίκα δὲ μέλλεις κούρσῳ τῶν πολεμίων ἀκολουθῆσαι νυκτός, ἅπαν τὸ μάχιμον στράτευμα τεθωρακισμένον ἔστω, ἑκάστου τὸ ἐπιτήδειον πρὸς τὸ πολεμεῖν ὅπλον ἐν χερσὶν ἔχοντος. Ἀλλὰ καὶ τὸ λεγόμενον σάκα ὄπισθεν ἔχε ἐπακολουθοῦν σοι. Καὶ εἰ μὲν διὰ δυσβάτων τόπων ἡ πορεία τῶν πολεμίων γένηται, δέον ἰδίως ἓν | |
5 | ἕκαστον θέμα, ἢ καὶ τάγμα εἰ πάρεισιν, ὁδοιπορεῖν· ὁ μὲν στρατηγὸς ἔμπροσθεν, ἑπόμενος τῷ τουρμάρχῃ τῷ ἀκολουθοῦντι τοῖς πολεμίοις κατὰ πολὺ πόρρω, εἴθ’ οὕτως καὶ τὰ λοιπὰ εἴτε θέματα εἶεν εἴτε τάγματα, καθὲν τῷ ἑτέρῳ ἐφεπόμενον, διὰ τὸ καὶ καλῶς ὁδοιπορεῖν ἐν νυκτὶ καὶ ἄνευ κραυγῆς καὶ θορύβων. | |
16.3 | Τῷ δὲ τουρμάρχῃ τῷ ἐπακολουθοῦντι τῷ κούρσῳ παραγγεῖλαι καὶ ἐξασφαλίσασθαι ἀκρί‐ βειαν ἔχειν ὑπερβάλλουσαν καὶ ἐγρήγορσιν, μή ποτε οἱ πολέμιοι αἰσθόμενοι ἐπακο‐ λουθεῖσθαι αὐτοὺς παρὰ σοῦ, διαχωρίσωσι μὲν τοὺς ἐκλεκτοὺς αὐτῶν μαχίμους τοὺς | |
5 | πλείονας τοῦ ὑπ’ αὐτὸν λαοῦ καὶ ἀποκρύψωσιν εἰς λόχους καὶ ἀδοκήτως κατὰ σοῦ ἐπίθωνται, ἐπειδὴ τοιαύτην ἐνέδραν παρὰ τῶν Ταρσιτῶν ἐν τοῖς ἄνω χρόνοις γενομένην εἴδομεν· τοῦ γὰρ στρατηγοῦ τότε θεωμένου κονιορτοὺς τῶν εἰς λείαν ἐξελαυνόντων—οὐκ ἐν ἀληθείᾳ, ἀλλ’ ἐν σχήματι κούρσου—ὀλίγων καὶ τούτων εὐτελεστέρων, καὶ κατ’ αὐτῶν ἐπελθεῖν ἐπειγομένου, καὶ τοῦ τουρμάρχου ἐπακολου‐ | |
10 | θοῦντος τῷ κούρσῳ καταμελήσαντος καὶ μὴ τοὺς λόχους καλῶς ἐρευνήσαντος, ἀδοκήτως τῷ ἐγκρύμματι περιπέπτωκε. Καὶ ἵνα μὴ τοιοῦτον γένηται, δεῖ σε, ὦ στρατηγέ, πολλὴν τὴν ἀσφάλειαν ποιεῖσθαι καὶ ἐρευνᾶν τοὺς κοίλους τῶν τόπων καὶ ἀποκρύφους διὰ καβαλλαρίων ἵππους ἐχόντων ταχεῖς καὶ ἀκριβῆ εἴδησιν τῶν τόπων. | |
16.4 | Καὶ περὶ τὸ διάφαυμα διχῆ διελεῖν τὸ στράτευμα, εἴγε εἰς πλῆθός ἐστι καὶ εἰς τρεῖς ἀριθμεῖται χιλιάδας, καὶ τοὺς μὲν παριππαράτους καὶ τὰς ταγὰς τῶν ἵππων ἐπιφερομένους μήκοθεν ἀποστέλλειν ἐν ὀχυρῷ τόπῳ, τὰς δὲ παρατάξεις οὕτως δεῖ παρασκευάσαι διὰ τὰς τῶν πολεμίων ἀδοκήτους ἐνέδρας. Καὶ ἡ μὲν πρώτη | |
5 | ἐχέτω ἀρχηγὸν τῶν ἀξιολογωτέρων στρατηγῶν καὶ τὸ τρίτον μέρος τοῦ ὑπὸ σὲ | |
λαοῦ, καὶ ὄπισθεν μὲν τοῦ τουρμάρχου ὁδοιπορείτω, σὺ δὲ μετὰ τῆς μεγάλης παρα‐ τάξεως ἐπακολούθει τῇ πρώτῃ ἔχων καὶ τὸ σάκα ὄπισθέν σου μετ’ ὀλίγων ἱππέων ἐπακολουθοῦν, ἵνα, εἰ συμβῇ κατὰ σοῦ ἐνεδρεῦσαι τοὺς πολεμίους καὶ τοὺς πλείονας αὐτῶν μαχίμους ἄνδρας εἰς λόχους καταστῆσαι καὶ ἐπελθεῖν τῷ αὐτοῖς ἐπακολου‐ | 93 | |
10 | θοῦντι τουρμάρχῃ, δέξηται τοῦτον ἐπιβοηθοῦσα ἡ πρώτη καὶ ἔμπροσθέν σου περιπατοῦσα παράταξις· εἶτα, πολέμου μετ’ αὐτῆς συρραγέντος καὶ τῶν πολεμίων διασκορπιζομένων ἐν τῇ μάχῃ καὶ τὴν τάξιν λυόντων, εὑρὼν αὐτοὺς διεσκεδασμένους ὑπερισχύσεις αὐτῶν. | |
16.5 | Τῶν δὲ πολεμίων πρὸς τὴν τοιαύτην ἐνέδραν μὴ παρα‐ σκευασθέντων, ἀλλὰ πρὸς τὸ ἐκδραμεῖν καὶ τὰς χώρας ληΐσασθαι κατεπειγομένων, χρὴ πρὸ τοῦ διαυγάσαι τὰς τάξεις τοῦ ὑπὸ σὲ στρατεύματος εἰς ἐπιτηδείους τόπους ἀποκρύψαι, πρὸς τὸ μὴ τοῖς πολεμίοις φωραθῆναι, καὶ ἐν τοῖς τοιούτοις ἐγκρύμμασι | |
5 | καρτερῆσαι ἄχρι τρίτης ὥρας ἢ καὶ τετάρτης τῆς ἡμέρας, ἕως ἂν οἱ πολέμιοι πρὸς λείαν ἐξελάσωσι· καὶ τούτων πόρρω γινομένων τῆς τοῦ ἀμηρᾶ παρατάξεως, μετ’ ὀλίγων ἀνδρῶν καταλιμπανομένης καὶ μὴ πλῆθος ἐχούσης λαοῦ, κατ’ αὐτῆς ἐπελθεῖν. | |
16.6 | Καὶ τρεῖς μὲν ἔμπροσθεν παρατάξεις ἀποστεῖλαι ἰσομετώπους προσβαλεῖν πόλε‐ μον· σὲ δὲ μεθ’ ἑτέρων τριῶν ἢ καὶ τεσσάρων παρατάξεων ταῖς πρώταις ἑπόμενον πλησίον ἐπακολουθεῖν· καὶ ἡνίκα αἱ πρῶται παρατάξεις τῆς ἐκ χειρῶν μάχης ἄρξονται, καθὼς ὁρᾷς τοὺς οἰκείους ἀγωνιζομένους, οὕτω καὶ βοήθειαν παρέχειν. | |
16.7 | Καὶ πρῶτον μὲν τὰς ἔνθεν κἀκεῖθέν σου συνεπομένας παρατάξεις προαποστεῖλαι τοῖς πολεμίοις συναφθῆναι καὶ ἐκ τῶν ἄκρων, εἰ δυνατόν, καὶ ἐκ πλαγίου προσβάλλειν καὶ ἐκ χειρὸς μάχεσθαι· εἶτα καὶ σὲ αὐτόν, εἰ χρή, συμβαλεῖν, εἴπερ ἄρα μὴ ἐπικρατέστερος ὁ ὑπὸ σὲ λαὸς γέγονεν. Ἀλλὰ μετ’ ὀλίγου λαοῦ, ὡς ἔφημεν, τῆς | |
5 | παρατάξεως τοῦ ἀμηρᾶ καταλιμπανομένης, οὐ δυνήσεται ἀντισχεῖν περὶ τὰς τρεῖς χιλιάδας τὸ ὑπὸ σὲ ἀριθμούμενον στράτευμα. | |
16.8 | Ἀλλὰ ταῦτα μέν, ὡς ἡ πεῖρα διδάσκει, ἐκτίθεμεν· σὲ δὲ πρὸς τὴν κατεπεί‐ γουσαν τοῦ καιροῦ χρείαν τε καὶ περίστασιν διατεθῆναι δεῖ. Οὐ γὰρ ἡ παράδοσις δίδωσιν, ἀλλ’ ὡς ἡ τοῦ Θεοῦ ἐνισχύσει βοήθεια, ἡ τοῦ πολέμου ἔκβασις ἐπακολουθεῖ. Εἰ δὲ μετὰ μόνου τοῦ ἰδίου θέματος ὑπάρχεις, ὦ στρατηγέ, καὶ ὀλίγον ἐστὶ τὸ ὑπὸ | |
5 | σὲ στράτευμα, καὶ ὡσαύτως δεῖ σε μετ’ ἀσφαλείας πόρρω τὴν τοῦ κούρσου τῶν πολεμίων ἀκολούθησιν ποιεῖσθαι, πρὸς τὸ μὴ παρ’ αὐτῶν ἐπιγνωσθῆναι, καὶ κατὰ μόνων τῶν εἰς τὰ χωρία ἐξελαυνόντων καὶ διασκορπιζομένων τὴν ἐπίθεσιν ποιεῖσθαι, καθὼς ἀνωτέρω δεδήλωται. | 95 |
17t | Περὶ τῶν μετὰ πολλῆς δυνάμεως ἐπιτρεχόντων πολεμίων τὰς χώρας ἡμῶν καὶ τῆς μετὰ ἐγκρυμμάτων παρασκευῆς | |
17.1 | Εἰ δέ γε τὸ τῶν πολεμίων ἅπαν ἱππέων τε καὶ πεζῶν ἄθροισμα μετὰ μεγάλης καὶ βαρείας δυνάμεως τὰς ἡμῶν χώρας ἐξελθὸν ἐπιτρέχει τε καὶ ληΐζεται καὶ ἐμβα‐ θῦναί τε καὶ διερευνήσασθαι ταύτας διαμελετᾷ, εἰ τύχῃ δὲ καὶ τὸ ῥωμαϊκὸν κατὰ τὸν αὐτὸν καιρὸν στράτευμα ἐπισυνηγμένον εἶναι, καὶ τὴν τούτων παρουσίαν | |
5 | ἀκουτισθῶσιν οἱ πολέμιοι, ἀσφάλειαν μὲν πολλὴν τοῦ ἰδίου λαοῦ ποιοῦνται, μὴ ἐῶντές τινας φυλακῆς ἄνευ ἐν τοῖς χωρίοις διασκορπίζεσθαι, ἐνέδρας δὲ μᾶλλον κατὰ τοῦ ἡμετέρου λαοῦ ἐξεργάζεσθαι μηχανῶνται, καὶ καταλαβεῖν αὐτοὺς ἀδοκήτως σπεύδουσι διῶξαί τε καὶ καταγωνίσασθαι, ὀφείλεις καὶ αὐτὸς πᾶσαν ἀσφάλειαν ἐπιδείκνυσθαι τοῦ μὴ ἀδοκήτως εὑρεθῆναι παρ’ αὐτῶν, ἀντιμηχανήσασθαι δὲ μᾶλλον | |
10 | πρὸς τὸ αὐτοὺς τροπώσασθαι καὶ γενναῖόν τι καὶ ἀξιόλογον ἐργάσασθαι. Καὶ αὐτῶν τραυματιζομένων παρὰ σοῦ, οὐδαμῶς χρονίσουσι τὰς ἡμετέρας χώρας ληϊζόμενοι. | |
17.2 | Χρεὼν οὖν ἐστί σοι διασκοπῆσαι χωρία ἐπιτήδεια ἐν οἷς οἱ ἐκτρέχοντες τῶν πολεμίων εἰσέρχονται τροφῶν καὶ λαφύρων ἀναψηλαφήσεως ἕνεκα, καὶ λόχον ἐν αὐτοῖς ἱππικὸν καταστῆσαι τὸν κατ’ αὐτῶν ἐπιθέσθαι μέλλοντα. Ἔστωσαν δὲ οἱ ἱππεῖς οἱ εἰς τὸν λόχον ἀποστελλόμενοι τῶν διακοσίων ἐπέκεινα, ἀρχηγὸν ἔχοντες | |
5 | ἀνδρεῖον καὶ πάνυ εἰς τὰς τοιαύτας ἐνέδρας ἐμπειρότατον. Ὁ δὲ τοῦ ὅλου στρατεύ‐ ματος ἀρχηγός, ἓξ ἢ πέντε χιλιάδας ἱππέων ἔχων πολεμιστὰς καὶ τὴν τοῦ Θεοῦ βοήθειαν, οὐ πλειόνων ἐν χρείᾳ γενήσεται. | |
17.3 | Ταύτας τοίνυν διχῆ διελών, τοὺς μὲν δισχιλίους ἔμπροσθεν εἰς ἐπιτήδειον λόχον καταστησάτω, ἐν ᾧ καὶ σκοπιά ἐστιν ὑψηλὴ ἀπόβλεψιν ἔχουσα, τοῦ μήκοθεν τοὺς διωκομένους τοῦ λαοῦ αὐτοῦ καὶ διώκοντας ὁρᾶν. Ὄπισθεν δὲ τῶν δισχιλίων τοὺς τρισχιλίους καὶ πεζὸν στράτευμα | |
5 | σὺν αὐτοῖς ἐν ἀποκρύφῳ τόπῳ εἰς ἐνέδραν καταστῆσαι, δηλαδὴ τοῦ τόπου ὀχυρότητα ἔχοντος. | |
17.4 | Εἰ τύχῃ δὲ καὶ κάστρον πλησίον, ἕξει κἀκεῖνο εἰς βοήθειαν· μὴ σκοπείτω δὲ ὁ στρατηγός, μηδὲ κατὰ νοῦν τοῦτο ἐχέτω, ἐὰν πλήθη πολεμίων ἐπιτεθῶσιν αὐτῷ καὶ σφοδρὸς γένηται πόλεμος, ἔνδοθεν τοῦ κάστρου γενέσθαι πρὸς τὸ τὸν ἴδιον περισῶσαι λαόν· τοῦτο γὰρ οὐ μόνον ἀδοξίαν καὶ καταφρόνησιν, ἀλλὰ καὶ βλάβην | 97 |
5 | ἐπάγει καὶ τῆς χώρας ἀφανισμὸν καὶ πανωλεθρίαν. Ἀλλ’ ἔξωθεν ἐν τοῖς ὀχυρώμασι τοῖς πλησίον τοῦ κάστρου μετὰ τοῦ πεζικοῦ στρατεύματος ἰσχυρῶς ἀντιμαχέσθω, ἀνάγκῃ περιπεσών, ἅτε πολλὴν ἐκ τοῦ τόπου ἔχων βοήθειαν καὶ τὸν τοῦ κάστρου πεζὸν λαὸν εἰς συμμαχίαν αὐτοῦ. | |
17.5 | Ὁ οὖν ἀρχηγὸς τῶν τριακοσίων τῶν εἰς φυλακὴν τῶν χωρίων ἀποσταλέντων εἰς περιωπὴν ἱστάμενος καὶ ὁρῶν τοὺς πολεμίους ἐν τοῖς χωρίοις εἰσερχομένους, ἡνίκα τῶν ἵππων ἀποβάντες τὰς οἰκίας τῶν χωριτῶν ἀναψηλαφῶσιν, ἑκατὸν καὶ μικρόν τι πλεῖον ἐκ τοῦ λαοῦ τῶν τριακοσίων διαχωρίσας ἀποστειλάτω, διορισάμενος | |
5 | αὐτοῖς ὀξέως κατὰ τῶν πολεμίων ἐπιθέσθαι. Πλείονες δὲ ἔστωσαν οἱ ἀποστελλόμενοι τῶν εἰς τὰ χωρία εἰσερχομένων πολεμίων. Καὶ κατ’ αὐτῶν οὕτως ἐπιθέμενοι, χάριτι Χριστοῦ πολλοὺς καὶ ἀνέλωσι καὶ δεσμώτας λάβωσι. | |
17.6 | Οἱ δὲ περιττεύοντες τοῦ λαοῦ ἡμῶν, ὅσοι τῶν πολεμίων τῶν ἰδίων ἵππων ἐπιβῆναι δυνηθῶσι καὶ φυγῇ χρήσωνται, ἐπιμελῶς τούτους ἐπιδιώξουσιν, ἕως ἂν παρὰ τῶν ἱσταμένων φούλκων τῶν πολεμίων εἰς φυλακὴν τῶν ἑταίρων αὐτῶν ἐπιδιωχθῶσιν. Ὁρῶν δὲ τοὺς | |
5 | διώκοντας ὁ τῶν τριακοσίων ἄρχων μὴ εἰς πλῆθος ὄντας, ἀλλ’ ἀσυντάκτως καὶ ἀκρατῶς διώκοντας, καρτερησάτω ἐν τῷ ἐγκρύμματι, ἕως οὗ οἱ διωκόμενοι τοῦ λαοῦ αὐτοῦ καταλάβωσι καὶ διέλθωσιν. Εἴθ’ οὕτως καὶ αὐτὸς σφοδρῶς κατὰ τῶν πολεμίων ἀπὸ τοῦ ἐγκρύμματος ἐξελθὼν μετὰ τῶν σὺν αὐτῷ ὁρμησάτω, καὶ εὐοδω‐ θήσεται τῇ τοῦ Χριστοῦ δυνάμει καὶ χάριτι· λήψεται γὰρ καὶ δορυαλώτους, καὶ | |
10 | πολλοὺς καὶ ἀναιρήσει καὶ τραυματίσει. | |
17.7 | Τῶν οὖν πολεμίων ἔτι προστιθεμένων καὶ εἰς πλῆθος αὐξανομένων καὶ σφοδρῶς ἐπιδιωκόντων, τοὺς μὲν κατασχεθέντας δεσμίους, τούς τε ἵππους αὐτῶν καὶ ὅπλα ἔμπροσθεν ἀποστειλάτω τοῦ καταλαβεῖν ἐν ᾧ τόπῳ ὁ στρατηγὸς ἵσταται. Κἀκεῖνος εὐτάκτως ὑποφευγέτω μετὰ τῶν σὺν | |
5 | αὐτῷ, ἐρεθίζων τοὺς πολεμίους πρὸς δίωξιν καὶ ἐμπείρως ἐφελκόμενος. Μηδεὶς δὲ τοῦ λαοῦ αὐτοῦ γινωσκέτω ἐν οἷς τόποις τὰ ἐγκρύμματα τοῦ στρατηγοῦ ἵστανται, εἰ μὴ μόνος ὁ ἄρχων αὐτῶν. | |
17.8 | Τῶν δὲ πολεμίων ἐπιτιθεμένων αὐτῷ μετὰ πλήθους λαοῦ καὶ ἀκρατῶς διωκόντων, ὑποστροφὰς ποιείτωσαν οἱ ὄντες ἀνδρεῖοι καὶ γενναιό‐ τατοι καὶ ἵππους εὐτόνους ἔχοντες καὶ πληττέτωσαν τοὺς διώκοντας, ἵνα καὶ τοὺς τραυματίας τῶν ἰδίων διασώσωσιν καὶ ἵππων ἀτονούντων ἢ καὶ πληττομένων | 99 |
5 | ἑτέρων ἐπιβῆναι παρασκευάσωσιν· εἴθ’ οὕτως ἐπιδιδόντες τοὺς χαλινοὺς τῶν ἵππων μετ’ ἐλασίας μακρυνθῶσι μικρὸν τῶν διωκόντων, ἵνα καὶ τοῦ βάρους τοῦ ἐπικειμένου αὐτοῖς τῶν πολεμίων μικρὸν κουφισθῶσι κἀκεῖνοι ὀξύτερον τοὺς ἵππους ἐλαύνοντες πρὸς δίωξιν ἀτόνους καὶ λειποψυχοῦντας ἐργάσωνται. Ἐγγιζόντων δὲ τῷ ἐγκρύμματι τῶν διωκομένων τοῦ λαοῦ ἡμῶν, εἴτε δεξιὰ εἴτε εὐώνυμα διελθέτωσαν, ἵνα τοῦ | |
10 | ἐγκρύμματος ἐξερχομένου μὴ κατὰ τόπον αὐτοῖς συναντήσωσι καὶ ἀλλήλους παρα‐ βλάψωσι· μετὰ δὲ ταῦτα τῶν διωκομένων σὺν αὐτοῖς τοῖς οὖσιν ἐν τῷ ἐγκρύμματι ὑποστρεφόντων, καὶ ἐκ δύο μερῶν τῆς ὁρμῆς αὐτῶν κατὰ τῶν πολεμίων γινομένης, εἰς ὠφέλειαν καὶ τοῦτο τοῦ ἡμετέρου στρατοῦ γενήσεται. | |
17.9 | Ἔστω δὲ ὁ τόπος τοῦ ἐγκρύμματος ἐπιτήδειος πρὸς τὸ καλῶς αὐτοὺς ἀποκρύπτειν· στένωμα δὲ ἢ δυσχωρίαν εἰς τὴν ἔξοδον μηδαμῶς ἐχέτω, ἀλλ’ ἐφόμαλος ἔστω καὶ εὐρύχωρος, μηδὲν παρεμποδίζων τὴν κατὰ τῶν πολεμίων αὐτῶν ὁρμὴν καὶ ὀξεῖαν ἐπίθεσιν, | |
5 | καὶ μάλιστα περὶ τοὺς δισχιλίους ὄντων· ἐπὶ γὰρ τοσούτου ἀριθμοῦ πλατεῖαν καὶ εὐθῆ εἶναι δεῖ τὴν ἔξοδον τοῦ τοιούτου χώρου. Καὶ ἡ περιωπὴ δέ, ἐν ᾗ ἵσταται βλέπων ὁ τοῦ λαοῦ τοῦ ἐν τῷ ἐγκρύμματι ἀρχηγός, ἐπιτηδεία ἔστω ὥστε καθορᾶν ἀπὸ πολλοῦ διαστήματος τοὺς διώκοντας πολεμίους καὶ τὴν ποσότητα τοῦ λαοῦ αὐτῶν στοχάζεσθαι καὶ κατανοεῖν καὶ ὅπως τὴν δίωξιν ποιοῦνται. | |
17.10 | Ἐγγισάντων δὲ τῶν διωκόντων ἐπὶ τῷ ἐγκρύμματι, ἐπικαλεσάμενοι τὴν τοῦ Θεοῦ βοήθειαν, ὀξέῳ καὶ σφοδροτάτῳ καὶ ἀνδρείῳ ὁρμήματι μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ κατ’ αὐτῶν ὁρμησάτωσαν. Ὑποστρεφέσθωσαν δὲ καὶ οἱ διωκόμενοι, καί, ἐκ δύο μερῶν | |
5 | τῆς ὁρμῆς αὐτῶν κατὰ τῶν πολεμίων γεγενημένης, εἰς ὠφέλειαν καὶ τοῦτο τοῦ ἡμετέρου στρατοῦ γενήσεται. Καὶ εἰ ἀκολούθως πάντα κατὰ τὸν παρόντα πραχθείη διορισμόν, ἔχοντες πρὸ πάντων καὶ τὴν τοῦ Θεοῦ βοήθειαν συνεφαπτομένην αὐτοῖς, οἵα τότε καταστροφὴ καὶ ὄλεθρος τῶν πολεμίων γενήσεται, οἱ πεῖραν τῶν τοιούτων ἔχοντες ἴσασιν. Καὶ πῶς γὰρ ἄρα, τῶν ἵππων τῇ μακρᾷ καὶ συντόνῳ διώξει ἠτονη‐ | |
10 | κότων καὶ τῶν ἀνδρῶν τῷ πολλῷ πόνῳ τῆς μάχης ἐκλελοιπότων, οὐ τὰ κακῶν ἔσχατα τούτοις συμβήσεται; | |
17.11 | Εἰ δέ—ὅπερ πάντη ἀνέλπιστόν ἐστιν—ἰσχύσουσιν οἱ πολέμιοι ἀντιστῆναι πάσης αὐτῶν τῆς δυνάμεως ἐν τῷ τοιούτῳ πολέμῳ παραγενομένης | |
καὶ καρτερὰ μάχη γένηται πανστρατὶ αὐτῶν μαχομένων διὰ τὸ τὴν ἧτταν αὐτῶν ἀνακαλέσασθαι, καὶ κατὰ δεύτερον λόγον τοῦτο συμβῇ, δεῖ τὸν τοῦ στρατοῦ ἀρχηγὸν | 101 | |
5 | ἀπὸ συνθήματός τινος καὶ διορισμοῦ καὶ σάλπιγγος ἀνακλητικῆς διαχωρίσαι τοὺς οἰκείους τῆς ἐκ χειρῶν μάχης, νῶτα διδόντων αὐτῶν—πλὴν μὴ σὺν ἐλασίᾳ καὶ φυγῇ ἀκόσμῳ, ἀλλ’ εὐτάκτως—ἐρεθίζειν τε τοὺς πολεμίους πρὸς δίωξιν. Ἐπικει‐ μένων δὲ τῶν παρατάξεων τῶν πολεμίων καὶ διωκουσῶν, τῇ μείζονι ἐνέδρᾳ περι‐ πεσοῦνται. Καὶ οἱ διωκόμενοι, ἐν ἑνὶ μέρει τῆς ἐνέδρας, ὡς ἔφημεν, διερχόμενοι, | |
10 | ὁπόταν κατ’ αὐτῶν οἱ ἐν τῇ μεγάλῃ ἐνέδρᾳ ὄντες ὁρμήσωσιν, ὑποστρεφέσθωσαν παραυτίκα καὶ οἱ διωκόμενοι, καὶ εὑρεθήσονται ἐκ δύο μερῶν τοῖς πολεμίοις μαχομένοι· καὶ πολλὴν τοῦτο τῷ στρατῷ προξενήσει τὴν ὠφέλειαν. | |
17.12 | Εἰ οὖν οἱ διώκοντες ἄχρι τῆς ἐνέδρας καταλάβωσι καὶ ἀπροόπτως ταύτῃ περιπέσωσι καὶ τολμηρῷ καὶ ἀνδρείῳ ὁρμήματι ἀπὸ τοῦ ἐγκρύμματος κατ’ αὐτῶν ἐφορμήσουσι, τῇ τοῦ Χριστοῦ χάριτι κατὰ κράτος τούτους ἡττήσουσι καὶ μέγα κλέος ἑαυτοῖς περι‐ | |
5 | ποιήσονται. Εἰ δὲ διά τινα σφάλματα μὴ τελέως δυνηθῶσι τῶν παρατάξεων τῶν ἐχθρῶν περιγενέσθαι, ὡς δύναμιν βαρεῖαν ἐχόντων καὶ ἰσχυρῶς πανστρατὶ αὐτῶν μαχομένων, ἔχων καὶ τὸ πεζὸν στράτευμα συμμαχοῦν τί σοι, σὺ μᾶλλον αὐτῶν ὑπερισχύσεις. Καὶ εἰ μὴ κατὰ κράτος ἡττηθῶσιν, ἀλλ’ οὖν πολλοὺς αὐτῶν μαχαίρας ἔργον ποιήσεις, πλείονας δὲ τούτων καὶ ἀνδραπόδων λόγῳ κατάσχῃς, καὶ φόβῳ | |
10 | μεγάλῳ καὶ καταπλήξει ὑποβληθῶσιν, ὡς μηκέτι τολμᾶν ἀδεῶς τὰς χώρας ἡμῶν κατατρέχειν καὶ ληΐζεσθαι· μᾶλλον δὲ σπεύσουσι τὴν ἰδίαν καταλαβεῖν. | |
17.13 | Καὶ ταῦτα μέν, καθὼς οἱ πρὸ ἡμῶν ἡμῖν παρέδοσαν καὶ ἡ ἀπὸ τοῦ μακροῦ χρόνου ἐμπειρία, συνεγραψάμεθα. Σοὶ δὲ πρὸς τὴν εἰκὸς ἐπερχομένην περίστασιν προσήκει διαγενέσθαι· οὐ γὰρ ὡς αἱ τῶν ἀνθρώπων βουλαί, ἀλλ’ ὡς ἡ ἄνωθεν τοῦ Θεοῦ πρόνοια τὰ καθ’ ἕκαστον ταλαντεύσει καὶ τὸ τοῦ πολέμου ἕπεται πέρας. | |
18t | Περὶ τοῦ πότε δεῖ τὸν στρατηγὸν ἐκ δύο μερῶν τῶν πολεμίων παραδρομὴν ποιῆσαι | |
18.1 | Εἰ δὲ ἔτι ἐπιμείνουσιν οἱ πολέμιοι, ὅπερ ἀνέλπιστόν ἐστι μετὰ τὸ οὕτως τραυματισθῆναι, τὰς χώρας ἡμῶν φοσσατικῶς περιπολοῦντες, κατακαίοντές τε καὶ | |
διαφθείροντες, μηδαμοῦ εἰς κοῦρσον μήκοθεν τὸν λαὸν αὐτῶν τολμῶντες ἀποστέλλειν, χρὴ τὸν στρατηγὸν ἀξιόλογον δύναμιν εἰς τὸ ἕτερον μέρος τῶν πολεμίων ἀποστεῖλαι, | 103 | |
5 | ἐν ᾧ αὐτὸς μὴ παρατρέχει· καὶ τοῖς ἀπὸ τριῶν ἢ τεσσάρων μιλίων τοῦ φοσσάτου παρεκτρέχουσιν ἔνθεν κἀκεῖθεν ἐπιτίθεσθαι καὶ τραυματίζειν, πρὸς τὸ διακωλύειν αὐτοὺς τροφὰς ἀναλαμβάνειν, ἵνα ὡς ἐκ τούτου σπάνιν ἔχοντες τροφῶν ἀναγκασθῶσιν ὑποστρέψαι. | |
18.2 | Εἰ δὲ ὁρᾷς, ὦ στρατηγέ, τοὺς πολεμίους ἔτι ἑαυτοὺς παραφυλάττον‐ τας καὶ μὴ πόρρω ἐξελαύνειν τοὺς εἰς συλλογὴν χρειῶν ἀποστελλομένους παρα‐ χωροῦντας, καὶ ταύτην τὴν ἐνέδραν εἰς βλάβην αὐτῶν ἐπινοήσασθαι δεῖ· τὰ φοῦλκα διασκοπῆσαι τῶν πολεμίων, τὰ εἰς φυλακὴν αὐτῶν ἐξερχόμενα καὶ πόρρω τοῦ | |
5 | φοσσάτου ἱστάμενα, καὶ οἷον ἐξ αὐτῶν βραδύτερον ὑποστρέφει εἰς τὰς σκηνὰς αὐτῶν, ἴσως καρτεροῦν ἕως οὗ οἱ τὰ πλησίον αὐτῶν χωρία ἀνερευνῶντες ἑταῖροι αὐτῶν πρὸς τὰς σκηνὰς αὐτῶν ὑποστρέψουσι, κατ’ αὐτοῦ ἐνεδρεῦσαι ἐπείχθητι. | |
18.3 | Καὶ δι’ ἐμπείρων βιγλατόρων, εἰ δυνατόν, στοχάσασθαι τὴν ποσότητα τῶν εἰς τὸ φοῦλκον ἱσταμένων πολεμίων, καὶ τούτων πλείονας μαχίμους ἄνδρας τῶν ἱππέων ἀπολεξάμενος λόχον γενέσθαι τοῖς ἐχθροῖς παρασκευάσεις, ἀρχηγὸν ἐν αὐτοῖς ἐφιστῶν ἀνδρεῖον καὶ ἐμπειρότατον. Διορίσασθαί τε αὐτὸν ὀλίγους τινὰς τοῦ ὑπ’ | |
5 | αὐτὸν λαοῦ χιτῶνας ἀμφιάσασθαι γεωργῶν· συμμίξαι τε αὐτοῖς τῇ ἀληθείᾳ καί τινας τῶν ἀγροτῶν καὶ γεωργικῶν. Ἀόπλους δὲ πάντας εἶναι καὶ τὰς κεφαλὰς ἀσκέπους, τινὰς δὲ καὶ ἀνυποδέτους, ἐφίππους δὲ ἅπαντας ξυλοκόντια κατέχοντας πάνυ κονδά, πρὸς τὸ ἀπατῆσαι τοὺς πολεμίους καὶ δόξαν αὐτοῖς ἐμποιῆσαι ὡς οὐκ εἶεν τοῦ στρατοῦ, ἀλλὰ γεωργοί τινες, οἱ λεγόμενοι οἰκοφύλακες. Μὴ πλείους δὲ | |
10 | τούτους εἶναι τῶν εἴκοσι. Εἰσαγαγεῖν δὲ αὐτοὺς ἐν χωρίοις ἀνὰ ἓξ ἢ καὶ πλείονας πλησίον ἀλλήλων, ἔχοντας κτήνη τινὰ ἐν τοῖς αὐτοῖς χωρίοις, εἴτε ὑποζύγια εἶεν καὶ βόες, εἴθ’ ἵπποι τε καὶ ἡμίονοι. | |
18.4 | Περὶ δὲ ἑνδεκάτην ὥραν τῆς ἡμέρας διορίσασθαι αὐτοὺς ἐμφανισθῆναι τοῖς πολεμίοις, ἀπὸ χωρίου πρὸς ἕτερον χωρίον δρομαίως εἰσερχομένους καὶ περισπωμένους, ὅπως τὰ κτήνη αὐτῶν ἀναλάβωνται καὶ πρὸς τὰ ὀχυρώματα διασώσωσι. Τούτους τοίνυν, ἡνίκα οἱ εἰς τὸ φοῦλκον ἱστάμενοι | |
5 | πολέμιοι θεάσονται τὰ μὲν τῶν κτηνῶν αὐτῶν παρέλκοντας, τὰ δὲ ἐπελαύνοντας, | |
καὶ ἀγρότας εἶναι καὶ γεωργοὺς τούτους ὑποτοπήσουσιν, ἀκρατῶς καὶ ἀφυλάκτως τούτους ἐπιδιώξουσιν. Διωκόμενοι δὲ οἱ τὸ σχῆμα τῶν οἰκοφυλάκων καὶ γεωργῶν ὑποδύντες σπουδάσουσι καταλαβεῖν ἐν ᾧ τὸ ἔγκρυμμα ἵσταται, καὶ τούτους οἱ πολέμιοι διώκοντες περιπεσοῦνται τῇ ἐνέδρᾳ ἀπαραφυλάκτως. Ἐπὰν δὲ τοῖς λοχήσασι | 105 | |
10 | προσεγγίσωσιν, εὐτάκτῳ φρενὶ καὶ ὁρμῇ κατ’ αὐτῶν οἱ τοιοῦτοι ἐφορμήσαντες συρραγήτωσαν· καὶ δῆλον ὡς οὐκ ἀντιστήσονται κἂν πρὸς μικρὸν οἱ πολέμιοι, ἀλλὰ νῶτα δόντες πολλοὶ τούτων καὶ ἀναιρεθήσονται καὶ δορυάλωτοι γένωνται. | |
18.5 | Εἰ δὲ σύνεγγυς ὁ χῶρος εἴη τῆς τῶν ἐχθρῶν στρατιᾶς, ἐν ᾧ τὰ τοιάδε τελεῖται, καὶ πλῆθος τοῦ λαοῦ τῶν πολεμίων εἰς ἐκδίκησιν τῶν διωκομένων ἐξέλθῃ, χρὴ τὸν στρατηγὸν καὶ ὄπισθεν τῆς τοιαύτης ἐνέδρας καὶ ἕτερον λαὸν, τόπον εἰς ἐπιτήδειον, | |
5 | εἰς ἔγκρυμμα καταστῆσαι, ἀπέχον τῆς προτέρας ἐνέδρας μίλια δύο. Καὶ εἴγε, ὡς ἔφημεν, τοὺς ἐν τῇ πρώτῃ ἐνέδρᾳ λαὸς τῶν πολεμίων ἐπιδιώξει, οἱ τοῦ δευτέρου ἐγκρύμματος ἐξερχόμενοι κατ’ αὐτῶν τοὺς μὲν οἰκείους περισώσουσι, τοὺς δὲ πολε‐ μίους κατατραυματίσουσι καὶ θανατώσουσι. | |
18.6 | Δεῖ οὖν τὴν τοιαύτην μηχανήν, ὦ στρατηγέ, περὶ δυσμὰς ἡλίου ἐξεργάσασθαι· ἵνα, ἐὰν πλήθη τῶν πολεμίων ἐπίθωνται τοῖς ἐν τῇ ἐνέδρᾳ, ἡ νὺξ καταλαβοῦσα καὶ τὸν πόλεμον διαλύσασα, ἀβλαβῆ τὸν ὑπὸ σὲ λαὸν διατηρήσῃς. | |
19t | Περὶ καταστάσεως καὶ ἐξοπλίσεως καὶ γυμνασίας στρατοῦ | |
19.1 | Εἰ δέ γε θαρρήσουσι κοῦρσον διαχωρίσαι, εὐφυῶς δεῖ σε τούτους ἐπιτηδεύ‐ σασθαι, ἀποστέλλων τῶν ὑπὸ σέ τινα ἀνδρείᾳ καὶ ἐμπειρίᾳ κεκοσμημένον μετὰ καθωπλισμένου λαοῦ καὶ ἐξαρκοῦντος τοὺς διεσκεδασμένους τῶν πολεμίων κατα‐ τρέχειν καὶ ἀναιρεῖν καὶ δεσμώτας ποιεῖν. Σοῦ δὲ μηδέποτε καταλυέτω ἡ παράταξις, | |
5 | ἵνα, εἰ συμβῇ φούλκοις πολεμίων περιτυχεῖν πλῆθος ἔχουσι λαοῦ, πρὸς φυλακὴν δηλαδὴ τῶν ἐξελαυνόντων πολεμίων ἐπακολουθοῦσι, τὴν ἰδίαν ἔχων παράταξιν συνισταμένην πόλεμον, μετὰ τῶν φούλκων συνάπτων στρατηγικῶς καὶ ἐμπείρως, ὡς ἐξεθέμεθα, καταγωνίσῃ τούτους καὶ τελείῳ παραδώσεις ἀφανισμῷ. | |
19.2 | Ταῦτα | |
δὲ εἰς σὴν ἀσφάλειαν, ὦ στρατηγέ, καὶ τοῦ λαοῦ φυλάττεσθαι ὑπεμνήσαμεν, εἴγε ὀλιγοστόν ἐστι τὸ ὑπὸ σὲ στράτευμα καὶ εὐαρίθμητον καὶ τοῦ τῶν πολεμίων κατὰ πολὺ ἐλαττούμενον. Εἰ δὲ περὶ τὰς ἓξ ἢ πέντε χιλιάδας ἀπαριθμεῖται τὸ ὑπὸ σὲ | 107 | |
5 | μάχιμον, μᾶλλον κατὰ πρόσωπον ἀντιτάξασθαι τοῖς πολεμίοις ἐπείχθητι. Καὶ οὕτως διὰ μηχανικῶν στρατηγημάτων καὶ ἐπιτηδεύσεων, εἰ χρὴ καὶ ἀδοκήτων κατ’ αὐτῶν ἐπιθέσεων, καὶ εἰ καλῶς καὶ ἐμπείρως τὸν κατ’ αὐτῶν μηχανήσῃ πόλεμον, ἔχων τὴν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀκαταμάχητον βοήθειαν συνεπαμύνουσαν, μεγάλα κατὰ τῶν ἐχθρῶν νίκης ἐργάσῃ τρόπαια. | |
19.3 | Οὐκ ἐνὸν δὲ ἄλλως στρατηγικῶς καὶ ἐμπείρως πρὸς πόλεμον παρασκευασθῆναί σε, εἰ μὴ πρότερον ἐξασκήσεις καὶ ἐκπαιδεύσεις τὸ ὑπὸ σὲ στράτευμα, ἐθίζων αὐτὸ καὶ ἐγγυμνάζων εἴς τε τὴν τῶν ὅπλων μεταχείρισιν, καὶ πόνων καὶ ταλαιπωριῶν τὸ δριμύ τε καὶ ἐπίπονον καρτερεῖν· καὶ μὴ χαυνότητι καὶ ῥᾳθυμίᾳ μέθῃ τε καὶ | |
5 | τρυφαῖς καὶ ταῖς ἄλλαις ἀσωτίαις τὸ ἑαυτῶν πᾶν ἐπιτρέπειν. | |
19.4 | Προσήκει γε μὴν τάς τε ῥόγας αὐτῶν καὶ σιτηρέσια ἀνελλιπῶς τούτους λαμβάνειν ἄλλας τε δωρεὰς καὶ εὐεργεσίας πλείους τῶν ἐθίμων καὶ διατετυπωμένων, ἵνα, τὸ ἀνενδεὲς ἔχοντες, ἐκ τούτων δύνωνται καὶ ἵππου καλλίστους ἐπικτᾶσθαι καὶ τὰς ἄλλας αὐτῶν πανο‐ | |
5 | πλίας, καὶ χαιρούσῃ ψυχῇ καὶ προθύμῳ καὶ ἀγαλλομένῃ καρδίᾳ προκινδυνεύειν αἱρῶνται τῶν βασιλέων ἡμῶν τῶν ἁγίων καὶ παντὸς τοῦ χριστιανικοῦ πληρώματος. | |
19.5 | Τὸ δὲ κρεῖττον πάντων καὶ ἀναγκαιότερον, ὅπερ τὸ πρόθυμον αὐτῶν διεγείρει καὶ τὴν ἀνδρείαν αὔξει καὶ τῶν ἀτολμήτων ἐρεθίζει κατατολμᾶν, τὸ τελείαν ἔχειν ἐλευθερίαν τὰς ἑαυτῶν οἰκίας καὶ τῶν ὑπηρετουμένων αὐτοῖς στρατιωτῶν καὶ τοὺς περὶ αὐτοὺς ἅπαντας. Τοῦτο γὰρ ἀρχῆθεν καὶ ἀπὸ παλαιοῦ εἰς αὐτοὺς καὶ συνετηρεῖτο | |
5 | καὶ διεφυλάττετο· καὶ εὑρήσεις τοῦτο νενομοθετημένον παρὰ τῶν πάλαι ἁγίων καὶ μακαρίων βασιλέων καὶ ἐν τοῖς τακτικοῖς βιβλίοις αὐτῶν ἐγγεγραμμένον. | |
19.6 | Πρὸς δέ γε τῇ ἐλευθερίᾳ χρὴ αὐτοὺς καὶ τῆς δεούσης ἀπολαύειν τιμῆς καὶ μὴ καταφρονεῖσθαι καὶ ἀτιμοῦσθαι· αἰσχύνομαι γὰρ εἰπεῖν καὶ τύπτεσθαι τοὺς τοιούτους ἄνδρας, τοὺς μὴ προτιμῶντας τῆς ἰδίας ζωῆς ὑπὲρ θεραπείας τῶν ἁγίων βασιλέων | |
καὶ τῆς τῶν Χριστιανῶν ἐλευθερίας καὶ ἐκδικήσεως· καὶ ταῦτα παρὰ φορολόγων | 109 | |
5 | ἀνθρωπαρίων καὶ μηδεμίαν τῷ κοινῷ προξενούντων ὠφέλειαν, ἀλλ’ ἢ μόνον ἐκπιεζόν‐ των καὶ ἐκτριβόντων τοὺς πένητας καὶ ἐξ ἀδικίας καὶ πολλῶν αἱμάτων πενήτων ἑαυτοῖς πολλὰ τάλαντα χρυσίου ἐπισυναγόντων. | |
19.7 | Δεῖ δὲ αὐτοὺς μηδὲ παρὰ τῶν θεματικῶν κριτῶν ἀτιμοῦσθαι καὶ ὡς ἀνδράποδα κατασύρεσθαι καὶ μαστίζεσθαι, δεσμά τε καὶ κλοιά—ὢ τῆς συμφορᾶς—περιτίθεσθαι τοὺς ἐκδίκους καὶ μετὰ Θεὸν σωτῆρας Χριστιανῶν καὶ ὑπὲρ τῶν ἁγίων βασιλέων καθ’ ἑκάστην, ὡς εἰπεῖν, | |
5 | ἀποθνήσκοντας, αὐτοῦ τοῦ νόμου παρακελεύοντος ἕκαστον ἄρχοντα τοῦ ἰδίου λαοῦ ἐξουσιάζειν καὶ τούτους κρίνειν. | |
19.8 | Καὶ τίνος ἑτέρου ἆρα λαὸς οἰκεῖος ὁ τοῦ θέματος, εἰ μὴ μόνου τοῦ στρατηγοῦ, ὃν ὁ βασιλεὺς ὁ ἅγιος ἐν αὐτῷ προχειρίσεται; διὰ τοῦτο γὰρ καὶ ἀπὸ τῶν ἀρχαιοτάτων Ῥωμαίων καὶ τοῦ νόμου τὴν τοῦ ἰδίου θέματος ἐξουσίαν ὁ στρατηγὸς ἐκέκτητο, κρίνων τοὺς ἐγκαλοῦντας ἐπὶ τοῖς στρατιωτικοῖς | |
5 | πράγμασι καὶ διοικῶν τὰ ἐν τῷ θέματι ἀνακύπτοντα, ἔχων συνεργὸν τὸν κριτὴν καὶ παρ’ αὐτοῦ συνεργούμενος, συνεργῶν δὲ καὶ τῷ πρωτονοταρίῳ καὶ τοῖς ἄλλοις τοῖς τὰς τοῦ δημοσίου δουλείας ἐγκεχειρισμένοις. Εἶχε δὲ καὶ ὁ τουρμάρχης τῆς ἰδίας αὐτοῦ τούρμας παρὰ τοῦ νόμου καὶ τῆς βασιλικῆς προστάξεως ἐπ’ ἐξουσίας τὰς κρίσεις κατὰ τοὺς ἐπικρατήσαντας τύπους καὶ τὰ τούτων προνόμια. | |
19.9 | Εἰ μὲν οὖν τὴν πάλαι κατάστασιν ὁ τῶν ἁγίων βασιλέων λάβῃ στρατός, καὶ τὰ λυποῦντα καὶ εἰς πενίαν αὐτοὺς ἄγοντα πόρρω γένωνται τούτων, μεγάλην λήψονται προθυμίαν καὶ χαρὰν καὶ ἀγαλλίασιν, καὶ γενναιότεροι καὶ εὐτολμότεροι ἔσονται, ἀκαταγώνιστοί | |
5 | τε καὶ ἀκαταμάχητοι τοῖς πολεμίοις ὀφθήσονται· καὶ τούτων οὕτως γινομένων οὐ μόνον τὰς ἰδίας οἱ ἅγιοι ἡμῶν βασιλεῖς ἐκδικήσουσι χώρας, ἀλλὰ καὶ ἑτέρας πλείστας τῶν πολεμίων καθυποτάξουσιν. | |
20t | Περὶ τῶν ἐγχρονιζόντων πολεμίων κατὰ τῆς χώρας ἡμῶν, ἵνα ἡμέτερος στρατὸς κατὰ τῆς χώρας αὐτῶν ἐπέλθῃ | |
20.1 | Τῶν πολεμίων μετὰ μεγάλης καὶ βαρείας δυνάμεως τὰς χώρας ἡμῶν περι‐ πολούντων, ἐκτριβόντων τε καὶ ἀφανιζόντων καὶ πολιορκίας κάστρων διαβαθύνειν διαμελετώντων, φυλαττομένων δὲ τοῦ μὴ παρὰ τῶν ῥωμαϊκῶν στρατευμάτων | |
ἐνεδρευθῆναι, ἀλλὰ μᾶλλον αὐτοὺς ἐνεδρεῦσαι μηχανωμένων, εἰ μὴ ἀξιόλογος | 111 | |
5 | ῥωμαϊκὴ δύναμις εἰς ἀντιπαράταξιν τούτων ἐστίν, δυναμένη τούτους καταγωνίσασθαι, τοῦτο δεῖ σε, ὦ στρατηγέ, διαπράξασθαι, ὅπερ καὶ ἐν τοῖς ἄνω χρόνοις γέγονε, καθὼς ἡ συντεθεῖσα στρατηγικὴ βίβλος παρὰ τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως Λέοντος διαλαμβάνει· ᾗ καὶ οἱ ἐντυχόντες σαφῶς τὰ περὶ τῶν λεχθησομένων ἐπίστανται. | |
20.2 | Τὸ γὰρ κατ’ ἐκεῖνο καιροῦ ὁ τῶν Κιλίκων ἅπας λαὸς μετὰ βαρείας δυνάμεως κατὰ τοῦ θέματος τῶν Ἀνατολικῶν ἐξελθὼν καὶ τὸ κάστρον Μισθείας σφοδρῶς πολιορκῶν, τῷ τηνικαῦτα ἀρχηγῷ τοῦ στρατοῦ ὁ βασιλεύων προστέταχε μετὰ τῶν θεμάτων καὶ ταγμάτων κατὰ τῆς τῶν Κιλίκων χώρας ἐπιστρατεῦσαι, | |
5 | δύο δὲ τῶν στρατηγῶν τοῦ τε Ἀνατολικοῦ καὶ τοῦ Ὀψικίου ὑπολείπεσθαι τοῦ πρὸς ἐκδίκησιν, ὡς οἷόν τε, τοῦ τε κάστρου καὶ τῆς λοιπῆς χώρας τοῖς πολεμίοις ἀντικα‐ θίστασθαι. | |
20.3 | Ὁ μέντοι τῶν στρατευμάτων δημαγωγός—ἦν δὲ τότε Νικηφόρος, ᾧ ἐπίκλησις Φωκᾶς—διὰ τῆς ὁδοῦ τῆς τοῦ Μαυριανοῦ λεγομένης κατὰ τῆς χώρας Ἀδάνης τὴν ἐπέλευσιν ποιησάμενος λείαν ὅτι πλείστην ἠλάσατο. Τούτῳ πρὸς συνάντησιν λαὸς ὁ τῆς Ἀδάνης ἐξῆλθε καί, ὡς ἀπὸ μιλίων δύο τῆς πόλεως αὐτῶν | |
5 | ἀντιταξάμενοι, ἅμα τῷ συμπεσεῖν ἀλλήλοις νῶτα μεταβαλόντες οἱ τοῦ Ἰσμαὴλ ἀκόσμῳ φυγῇ καὶ σποράδην εὐθὺ τῆς πόλεως ὥρμησαν. Ὁ δέ γε τῶν ῥωμαϊκῶν στρατευμάτων ἡγούμενος ὅσους τῶν Ἰσμαηλιτῶν ἔνδον πυλῶν γενέσθαι μὴ δυνη‐ θέντας εὗρε, τοὺς μὲν μαχαίρᾳ συνέκοψε, τοὺς δὲ πρὸς δουλείαν ἠγάγετο· τοῦ δὲ ἄστεος ἐγγύθι στρατοπεδευσάμενος, ἀμπελώνων καὶ δένδρων τὰ ἔγκαρπα ἅπαντα | |
10 | κατατεμῶν τό τε πέριξ τῆς πόλεως λαμπρόν τε καὶ εὔκοσμον ἀπημαύρωσε. | |
20.4 | Τῇ δὲ ὑστεραίᾳ ἄχρι θαλάσσης ἐπιδραμὼν ὁ λαὸς αὐτοῦ, αἰχμαλωσίαν ὅτι πλείστην καὶ κτήνη πάμπολλα ἀναλαβόμενος καὶ δι’ ὅλης τῆς ἡμέρας ὁδοιπορήσας, ἐν τῷ Κύδνῳ ποταμῷ, ὃς καὶ Ἱέραξ ἐγχωρίως κέκληται, ἔξωθεν τῆς γεφύρας ἐν ᾗ ἡ ὁδὸς πρὸς | |
5 | Ἄδανα φέρει, ἠπλήκευσε. Τῇ δὲ ἐπιούσῃ ἀπάρας ἐκεῖθεν τὴν ἰδίαν καταλήψεσθαι ἐπορεύετο. | |
20.5 | Τὴν τῶν Ῥωμαίων τοίνυν οἱ τὴν Μίσθειαν περικαθήμενοι πολέμιοι κατὰ τῆς ἑαυτῶν χώρας ἐπίθεσιν ἀκουτισθέντες, τὴν πολιορκίαν λύσαντες τάχει | |
πολλῷ πρὸς ἐκδίκησιν τῆς ἰδίας χώρας ὑπέστρεψαν· ἀλλ’ ἀπρακτήσαντες τῶν ἀμφοτέρων διήμαρτον· ὁ γὰρ τῶν ῥωμαϊκῶν στρατευμάτων ἡγούμενος μετὰ πολλῶν | 113 | |
5 | σκύλων τε καὶ λαφύρων καὶ ἀνδραπόδων διὰ τῆς ὁδοῦ τοῦ Καρυδίου λεγομένης τὰ Ῥωμαίων ἤθη κατέλαβε. | |
20.6 | Πρὸς τούτῳ δὲ καὶ οἱ στρατηγήσαντες τῶν Ἀνατο‐ λικῶν καὶ Καππαδοκίας ἐν τοῖς ἄνω χρόνοις, τῶν Ταρσιτῶν κατὰ τῆς ῥωμαϊκῆς χώρας τὴν ἐξέλευσιν ποιουμένων, δι’ ἄλλης ὁδοῦ ἐν ταῖς χώραις αὐτῶν εἰσερχόμενοι, ποτὲ μὲν αὐτοὶ ἐκεῖνοι, ποτὲ δέ τινας τοῦ λαοῦ αὐτῶν ἀποστέλλοντες, κατὰ τὸ | |
5 | ἐγχωροῦν τούτους κατετραυμάτιζον. | |
20.7 | Ὁ δέ γε τὴν ἡγεμονίαν τῆς Λυκανδοῦ καὶ τῶν ἐκεῖσε ἀκριτικῶν θεμάτων ἐγκεχειρισμένος ἐν τοῖς αὐτοῖς χρόνοις, ὁσάκις ἂν Ἀλὴμ ὁ υἱὸς τοῦ Χαμβδᾶ κατὰ Ῥωμανίας τὴν ἐξέλευσιν ἐποιήσατο ἢ ἐν τῇ ἰδίᾳ χώρᾳ χρείας ἀναγκαίας αὐτὸν κατεπειγούσης μετέβη, κατὰ τῆς χώρας τοῦ Χάλεπε | |
5 | καὶ τῆς Ἀντιοχείας ἐπιτιθέμενος, μεγάλην ἐν αὐτοῖς βλάβην εἰργάζετο· καὶ τοὺς συγγενεῖς αὐτοῦ καὶ ἀρχηγοὺς τῶν φοσσάτων, μεγάλους καὶ περιφανεῖς, δορυαλώτους εἷλε, καὶ τοὺς τούτων μαχίμους ἄνδρας καὶ πλεῖστα φρούρια. Τὸ αὐτὸ δὲ καὶ ἐν τῇ τῶν Κιλίκων χώρᾳ διεπράττετο, ὡς τῇ Λυκανδῷ συνορούσῃ. | |
20.8 | Καὶ αὐτὸς τοίνυν, ὦ στρατηγέ, ὅτε μετ’ ἐπιτηδεύσεως καὶ ἐνέδρας τραυματίζειν τοὺς πολεμίους ἀπο‐ ρήσεις, διὰ τὸ ἑαυτοὺς ἐπιμελῶς ἀσφαλίζεσθαι καὶ παραφυλάττειν, οὔτε δ’ αὖ πάλιν ἀξιόλογον ἔχεις δύναμιν πρὸς τὸ φανερῶς αὐτοῖς ἀντιμάχεσθαι, τοῦτο δεῖ σε δια‐ | |
5 | πράττειν, καὶ εἴτε αὐτὸν σὲ κατὰ τῆς χώρας τῶν πολεμίων ἐπείγεσθαι, καταλιμ‐ πάνοντα ἄνδρα τῶν ἄλλων στρατηγῶν ἀξιολογώτερον μετὰ καὶ στρατεύματος τοῦ πρὸς παραδρομὴν καὶ πρόνοιαν τῶν θεμάτων ἐξικανοῦντος, εἴτε, σοῦ τὴν παραδρομὴν ποιοῦντος, τὸν κρείττονα τῶν στρατηγῶν καὶ ἐπ’ ἀνδρείᾳ καὶ πολυπειρίᾳ ὀνομαστὸν καὶ ἐπαινούμενον μετὰ ἱππικῆς καὶ πεζικῆς ἀξιολόγου δυνάμεως κατὰ τῆς τῶν | |
10 | πολεμίων ἀποστέλλειν χώρας καὶ χρονίζειν ἐν αὐταῖς καὶ πυρπολεῖν καὶ ἀφανίζειν καὶ κάστρα πολιορκεῖν· ἵνα τοῦτο ἀκούοντες οἱ πολέμιοι, καὶ μὴ βουλομένου τοῦ ἀρχηγοῦ αὐτῶν, ἀναγκάσουσιν αὐτὸν ἐπαναζεῦξαι πρὸς τὴν τῆς ἰδίας χώρας ἐκδίκησιν. | |
20.9 | Ὁπόταν δὲ τὰς χώρας ἡμῶν καλῶς ἐκσπηλεύσῃς καὶ φυγαδεύσῃς καὶ τὸν | |
ἐν αὐτοῖς οἰκοῦντα λαὸν καὶ τὰ τούτων θρέμματα ἐν ὄρεσιν ὑψηλοῖς καὶ δυσβάτοις, καὶ βουληθῶσιν οἱ πολέμιοι ψηλαφῆσαι καὶ ἀνερευνήσασθαι τὰ τοιαῦτα ὄρη κἀκεῖθεν τούτους ἀνδραποδίσασθαι, καὶ πανστρατὶ πλησιάσαι τοῖς τοιούτοις τόποις θελήσωσι | 115 | |
5 | καὶ τὰς σκηνὰς ἐκεῖσε πήξασθαι, ὀφείλεις καὶ αὐτὸς ἐν τοῖς μέρεσιν ἐκείνοις πλησίον γενέσθαι εἰς ἐκδίκησιν τῶν οἰκείων. | |
20.10 | Καὶ εἴγε τὸν χῶρον θεάσῃ, ἐν ᾧ οἱ πολέμιοι αὐλίζονται, ὄρος ἔχων ἢ τόπον ὑψηλὸν καὶ ἐπιτήδειον πρὸς τὸ νυκτὸς κατ’ αὐτῶν ἐπιθέσθαι, τοῦτο μελετήσεις, καί, διασκοπήσας καλῶς τὴν τοῦ τόπου θέσιν, καὶ βοήθειαν ἐκεῖθεν ἔχων, τὸν κατ’ αὐτῶν παρασκευάσῃ πόλεμον νυκτὸς μετὰ πεζικῆς | |
5 | δυνάμεως σὺν ἱππέων, καθὼς περὶ νυκτοπολέμου κατωτέρω εἴρηται, καὶ μεγάλως αὐτοὺς τραυματίσεις καὶ ἐκθροήσεις καὶ παρασκευάσεις ἐκεῖθεν ὑποχωρῆσαι. | |
20.11 | Καρτερούντων δὲ ἔτι ἐν ἐκείνῳ τῷ χώρῳ, καλῶς ἑαυτοὺς ἀσφαλιζόμενοι καὶ παραφυλάττοντες, καὶ βουλομένων ἀνερευνῆσαι τὰ ὄρη ἐν οἷς τὰ καταφύγια τῶν χωριτῶν τυγχάνει, δέον φυλαχθῆναι καὶ προκατασχεθῆναι παρὰ σοῦ τὰς εἰσόδους διά τε ἀκοντιστῶν καὶ ψιλῶν. Καὶ τούτων καλῶς φυλαττομένων ἐν οἷς ἡ καταφυγὴ | |
5 | τῶν γεωργῶν σὺν τῶν φαμιλιῶν καὶ τῶν τέκνων αὐτῶν γέγονεν, εἰ βουληθῶσιν διὰ τῶν στενωπῶν καὶ δυσβάτων ἐκείνων ὁδῶν εἰσελθεῖν, ἡττηθήσονται, καὶ μάλιστα πεζικῆς δυνάμεως αὐτοῖς ἐπιθεμένης. Εἰ δ’ αὐτοὶ μετὰ πεζικῆς βουληθῶσιν ἐπελθεῖν καὶ τὰ ὄρη διερευνήσασθαι, ἐν ἐνδοτέροις καὶ ὀχυρωτέροις καὶ ἀνεπιβου‐ λεύτοις τόποις εἰσαγαγεῖν τοὺς τῶν χωρίων οἰκήτορας ἐπείχθητι, καὶ σοῦ μετὰ | |
10 | παντὸς τοῦ λαοῦ τὰς εἰσαγούσας κατ’ αὐτῶν ὁδοὺς δηλαδὴ καταλαμβάνοντός τε καὶ ἀσφαλῶς διαφυλάττοντος. | |
21t | Περὶ πολιορκίας κάστρου | |
21.1 | Πρὸς πολιορκίαν δὲ κάστρου κατανοῶν εὐτρεπιζομένους τοὺς πολεμίους, δέον καὶ σέ, στρατηγέ, ὅσα πολιορκεῖσθαι δυνατόν—εἰσὶ γὰρ καὶ πολλὰ κάστρα μὴ δεδιότα πολιορκίαν—, ἐν τοῖς τοιούτοις πρὸ τῆς τῶν ἐχθρῶν ἐξελεύσεως παρα‐ | |
σκευάσαι τὸν ἐν αὐτοῖς καταφεύγοντα λαὸν μηνῶν τεσσάρων τροφὰς καθένα ἕκαστον, | 117 | |
5 | εἰ δυνατὸν καὶ πλειόνων, καθ’ ὅσον συνορᾷς ἔσεσθαι τὴν πολιορκίαν, ἀποτίθεσθαι, καὶ τῶν ἐν ταῖς κινστέρναις ὑδάτων ἐπιμελεῖσθαι καὶ τῶν ἄλλων πάντων, ὅσα πολιορκουμένους ἐκδικεῖν καὶ βοηθεῖν δύνανται. Ταῦτα γὰρ διὰ τὸ πλῆθος τῇ παρούσῃ γραφῇ ἐκθεῖναι κατὰ μέρος ἐάσομεν· περὶ γὰρ τῶν τοιούτων καὶ ἑτέρων πολιορκητικῶν μηχανημάτων καὶ τὸ πῶς χρῆ τοὺς ἔνδον τοῖς ἔξωθεν ἀντιμάχεσθαι | |
10 | ἀκριβῶς πρὸ ἡμῶν καὶ λελογισμένως οἱ τὰ τακτικὰ καὶ στρατηγικὰ ἀναγραψάμενοι ἐξέθεντο. Ἡμεῖς δὲ περὶ παραδρομῆς καὶ κατασχέσεως κλεισουρῶν προσταχθέντες εἰπεῖν, τὰ ταύτῃ συντελοῦντα καὶ ἐφαρμόζοντα κατὰ τὸ ἑνὸν ἐκθεῖναι κατεπειγόμεθα. | |
21.2 | Τῶν πολεμίων τοίνυν τὸ κάστρον περικαθισάντων καὶ πρὸς πολιορκίαν χωρούντων, εἰ μέν—ὡς ἔθος ἐστὶ τοῖς βουλομένοις στενοχωρεῖν τοὺς πολιορκουμένους— ἀπληκεύσουσι δηλονότι τοῦ κάστρου κύκλοθεν, πρὸς τὸ μὴ δύνασθαί τινας τῶν ἡμετέρων μήτε εἰσέρχεσθαι μήτε ἐξέρχεσθαι, ἐπεὶ ἐν ὀχυροῖς τόποις καὶ δυσβάτοις | |
5 | σχεδὸν τὰ πλείω ἡμῶν ἵδρυνται κάστρα, εὐχερῶς τούτοις οὕτως ἀπληκεύουσι χάρακος καὶ ἀσφαλείας ἄνευ ἰσχύσεις, ὦ στρατηγέ, καθ’ ἓν μέρος νυκτὸς μετὰ πεζικοῦ στρατεύματος ἐπιθέσθαι· μετὰ συνθήματος ὁμοῦ καὶ τοὺς ἔνδον ἐξελθεῖν παρα‐ σκευάσεις ἐν αὐτῇ τῇ ὥρᾳ καὶ συνάψαι καὶ αὐτούς, εἰ δυνατόν, πόλεμον. Καὶ τὴν ἀπὸ τοῦ τόπου ἔχων βοήθειαν τούτους καταγωνίσῃ, ἔργον τοῦτο προνοίας Θεοῦ. | |
21.3 | Εἰ δὲ διὰ τὴν τοῦ χώρου δυσχέρειαν καὶ σκληρότητα οὐ θαρρήσουσιν οὕτως κύκλοθεν διεσπαρ‐ μένως ἀπληκεῦσαι, ἀλλ’ ἐκ δύο μερῶν ἢ ἐξ ἑνὸς ἅπας ὁ λαὸς αὐτῶν στρατοπεδεύσει, δέον πρότερον πᾶσαν τροφὴν ἀνθρώπων τε καὶ ἀλόγων πυρπολῆσαι καὶ τελείως | |
5 | ἐξαφανίσαι καὶ μηδὲν εἰς χρείαν ἀλόγων ἢ ἀνθρώπων πλησίον τοῦ κάστρου ἢ πόρρω καταλιπεῖν ἐν τοῖς χωρίοις. Εἰ δὲ καὶ ξύλον ἐπιλείπει, ἐπὶ τοῦ τόπου ὄρους μὴ ὄντος, καὶ αὐτὰ τὰ στέγη τῶν οἰκημάτων πυρπολῆσαι. Εἰ γὰρ καὶ ξύλου ἐν χρείᾳ γένωνται οἱ πολέμιοι καὶ τροφῶν ἐνδεεῖς εἰσιν, ἀνάγκη τὸν λαὸν αὐτῶν ἐξέρχεσθαι μακρότερον πρὸς συλλογὴν τῶν χρειῶν. Σοῦ δὲ ἐμπείρως καὶ στρατηγικῶς διατιθεμένου δυνήσῃ | |
10 | τούτους μετὰ ἐγκρυμμάτων τραυματίζειν καὶ κατατροποῦσθαι· καὶ ὡς ἐκ τούτου τῇ τῶν τροφῶν ἐνδείᾳ ἀναγκαζόμενοι τὴν πολιορκίαν λύσουσιν. | |
21.4 | Εἰ δὲ ὁρᾷς αὐτοὺς ἔτι καρτεροῦντας καὶ τῇ πολιορκίᾳ ἐπιμένοντας καὶ τοὺς ἔνδον στενοχωρουμένους, δέον καὶ πρὸς νυκτοπολέμους δημοσίους χωρῆσαι, πεζικὸν | |
συναγηοχὼς στράτευμα ἅμα ἱππεῦσιν. Ὃ ἁρμοζόντως κατὰ τὴν τοῦ τόπου θέσιν τούτοις συνταξάμενος, τὸν ἐν νυκτὶ πόλεμον παρασκευάσεις γενέσθαι, καθὼς παρα‐ | 119 | |
5 | κατιὼν περὶ νυκτοπολέμου δηλώσω, καὶ τούτῳ τῷ τρόπῳ καταγωνίσῃ αὐτούς, καὶ ἀναγκάσεις τὴν τοῦ κάστρου πολιορκίαν λιπεῖν. | |
21.5 | Εἰ δέ τις αἰτία τὸν τῆς νυκτὸς πόλεμον διακωλύσει καὶ οἱ ἔνδον πολιορκούμενοι ἐνδεεῖς λαοῦ τοῦ βοηθοῦντός εἰσι, τροφῶν δὲ σπάνιν οὐκ ἔχουσι, δυνήσῃ καὶ ἑτέρων ἀνδρῶν προσθήκην ἐπαγαγεῖν, ὥσπερ καὶ τροφῆς—εἴγε ἐνδεεῖς εἶεν—τρόπῳ τοιῷδε. Συναγαγὼν ἅπαν τὸ ὑπὸ | |
5 | σὲ στράτευμα καὶ διχῆ αὐτοὺς διελών, οἱ μὲν ἡμίσεις τούτων ἀναλαβέτωσαν καθεῖς ἀνὰ σίτου μοδίους τέσσαρας εἰς οὓς ἐποχοῦνται ἵππους, παρέχων αὐτοῖς καὶ εὐζώνους ἑτέρους ἱππεῖς μηδὲν ἐπιφερομένους πλὴν τὰ ὅπλα αὐτῶν καὶ πρὸς μόνην αὐτῶν φυλακὴν εἶναι. Σὺ δὲ μετὰ τοῦ λοιποῦ μαχίμου στρατεύματος ἐν ἑτέρῳ μέρει, κατὰ τὴν ὥραν ἣν οἱ τὸν σῖτον ἐπιφερόμενοι πλησίον τοῦ κάστρου μέλλουσι γενέσθαι, | |
10 | περὶ μέσην νύκτα ἀθρόως μετὰ κραυγῆς καὶ σαλπίγγων φάνηθι, ὡς ἤδη πολεμίσων αὐτούς. Τῶν δὲ πρὸς τὸν σὸν πόλεμον παρασκευαζομένων καὶ τὴν ὁρμὴν πρὸς σὲ ποιουμένων, ἄδειαν εὑρόντες οἱ τὸν σῖτον ἐπιφερόμενοι ἀποκομίσουσί τε αὐτὸν ἐν τῷ κάστρῳ καὶ ἀσινεῖς παλινοστήσουσι. Καὶ διὰ τῆς τοιαύτης μηχανῆς καὶ ἀνδρῶν ἐπιβολὴν καὶ τροφῆς παράσχῃς αὐτοῖς, εἴγε ἀμφοτέρων ἐν χρείᾳ εἰσί, καὶ σωτηρίας | |
15 | οἱ πολιορκούμενοι τύχωσιν. | |
22t | Περὶ διαχωρισμοῦ λαοῦ τῶν ἡμισέων πολεμίων ἢ καὶ τοῦ τρίτου μέρους | |
22.1 | Εἰ δὲ μὴ πρὸς πολιορκίαν κάστρων εὐτρεπίζοιντο οἱ πολέμιοι, ἀλλὰ μετὰ πολλῆς καὶ σφοδρᾶς δυνάμεως τὰς ἡμετέρας χώρας περινοστοῦσι, χρὴ τὸν στρατη‐ γοῦντα τῶν ῥωμαϊκῶν δυνάμεων ἐπιμελῶς τοὺς γεωργούς, ἤτοι τοὺς τῶν χωρίων πολίτας, καὶ τὰ αὐτῶν ἅπαντα παρακελεύσασθαί τε καὶ παρασκευάσασθαι ἐν κάστροις | |
5 | καὶ ὀχυροῖς τόποις διασώσασθαι, τοὺς δὲ τῶν πολεμίων πρὸς λείαν ἐξερχομένους, ὡς νουνεχεῖς καὶ ἀγρύπνους συνεχῶς τραυματίζειν, ἵνα εἶεν δεδοικότες πόρρω τοῦ στρατεύματος αὐτῶν ἐξελαύνειν καὶ τροφὰς ἐπικομίζεσθαι· κἀντεῦθεν στενοχωρίᾳ τροφῶν συσχεθήσονται. | |
22.2 | Πλήν, ὡς ἔφημεν, πλῆθος λαοῦ ἔχοντες, ἑτέραν ἴσως μέθοδον μετελεύσονται. Διαχωρίζοντες ἐνίοτε τοὺς ἡμίσεις τοῦ λαοῦ αὐτῶν ἢ καὶ τὸ τριτημόριον, ἀποστελοῦσι πόρρω ἡμέρας ὁδοῦ διάστημα ἢ καὶ ἐπέκεινα ἀπέ‐ χοντας τοῦ φοσσάτου αὐτῶν ἐν χωρίοις τισίν, ἐν οἷς ἐλπίζουσι πλείονας δαπάνας | 121 |
5 | ἐφευρεῖν. Καὶ ἀνάγκη τούτους ἐπὶ δυσὶν ἡμέραις ἢ καὶ τρισὶν ἔξω τοῦ φοσσάτου αὐτῶν διάγειν. Τοῦτο γοῦν πυθόμενος καὶ νοήσας, ὦ στρατηγέ, δέον κατ’ αὐτῶν ἐνεδρεῦσαι μετὰ λελογισμένης διασκέψεως καὶ πλησίον αὐτῶν ἐν νυκτὶ γενέσθαι καὶ τόπον ἐπιτήδειον ἐφευρίσκων τὸ ἴδιον στράτευμα ἀποκρύψαι. | |
22.3 | Ἐπεὶ οὖν οὐκ εἰς δύο καὶ τρία χωρία, ἀλλὰ καὶ εἰς πλείονα ἐρευνήσοντες τροφὰς διασκορπί‐ ζονται, εἰκὸς δέ ἐστι καὶ τὸ λεγόμενον φοῦλκον εἰς φυλακὴν αὐτῶν ἵστασθαι, δεῖ τὸ ὑπὸ σὲ στράτευμα διχῆ διελεῖν, ἀσφάλειαν ποιούμενος μὴ φωραθῆναι ἢ διαγνωσθῆ‐ | |
5 | ναί σε παρὰ τῶν ἀνερευνώντων πολεμίων τοὺς λόχους, ἵνα μὴ ὑπ’ αὐτῶν μᾶλλον ἐνεδρευθῇς· καρτερῆσαι δὲ ἐν τῷ ἐγκρύμματι ἄχρι ἑνδεκάτης ὥρας τῆς ἡμέρας, ἤδη τοῦ ἡλίου πρὸς δύσιν ὄντος. Καὶ εἰ μὲν ὑπέστρεψεν, ὡς ἔθος ἐστί, τὸ φοῦλκον ἐν οἷς χωρίοις αὐλίζονται οἱ ἑταῖροι αὐτῶν, ἐν τοῖς μήκοθεν χωρίοις ἀποστελεῖς οὓς ἔμπροσθεν διεχώρισας, ὄπισθεν αὐτῶν ἐπακολουθῶν καὶ ἐκ τοῦ σύνεγγυς αὐτοῖς | |
10 | παρεπόμενος. Καὶ ὡς ἂν ἡ τοῦ τόπου θέσις δίδωσι, λάθρα καὶ ἄνευ κραυγῆς ὀξέως πορευόμενος ἀπόκρυψον ἑαυτόν, ἕως οὗ ἔγγιστα γένῃ τῶν χωρίων. | |
22.4 | Ὅτε δὲ οὐ δυνατόν ἐστιν ἀποκρύπτεσθαι ὑπό του ῥύακος τὸν ὑπὸ σὲ λαόν, ἀλλ’ ἀνάγκη εἰς φανερὸν γενέσθαι, τότε σὺν ἱππασίᾳ νεανικῇ κατὰ τῶν εἰς τὰ χωρία ὄντων πολεμίων ἡ ὁρμὴ παρὰ τῶν ἔμπροσθεν ἀποσταλέντων γενέσθω. Καὶ ἀδοκήτως τούτοις ἐπιθέ‐ | |
5 | μενοι καὶ ἀναιρήσουσι πολλούς, τινὰς δὲ καὶ ζῶντας ἀνδραπόδων λόγῳ κατάσχωσιν. Εἰ δὲ καὶ τὸ φοῦλκον τὸ εἰς φυλακὴν αὐτῶν ἔξωθεν τῶν χωρίων ἔτι ἵσταται, κατ’ αὐτοῦ πρῶτον τὴν ὁρμὴν ποιείτωσαν, περὶ δυσμὰς ἡλίου, ὡς ἔφην, οἱ ἔμπροσθεν ἀποσταλέντες. Καὶ σοῦ ὄπισθεν παρεπομένου μετὰ τοὺς προηγουμένους σου, πρὸς πόλεμον συμβαλεῖν συντεταγμένος καὶ αὐτὸς ὁρμήσεις κατ’ αὐτῶν καὶ καταγωνίσῃ | |
10 | τούτους τῇ τοῦ Θεοῦ χάριτι. | |
22.5 | Εἰ δέ γε οἱ τῶν πολεμίων ἀρχηγοί, οἱ ἐκεῖσε ὄντες, πολλὴν ἔχοντες δύναμιν συστῆναι δυνηθῶσι καὶ τὴν ἧτταν ἀνακαλέσασθαι ἀγωνί‐ | |
σωνται, ὅπερ ἀδύνατόν ἐστι, τῆς νυκτὸς ἤδη ἐπιλαμβανομένης οὐδὲν συμβήσεταί σοι τῶν ἐναντίων. Οὕτως τοίνυν ποιοῦντός σου καὶ θαυμάσονται καὶ πτοηθήσονταί σου | 123 | |
5 | οἱ πολέμιοι καὶ οὐκ ἀδεῶς θαρρήσουσιν ἐξέρχεσθαι τοῦ φοσσάτου αὐτῶν· κἀντεῦθεν ἀνάγκη τούτους τροφῶν ὑστερουμένους πρὸς τὴν ἰδίαν παλινοστῆσαι χώραν. | |
23t | Περὶ τῆς ὑποστροφῆς τῶν πολεμίων καὶ τῆς κατασχέσεως τῆς κλεισούρας | |
23.1 | Ὑποστρεφόντων δὲ τῶν πολεμίων καὶ τὴν ἰδίαν ἐπειγομένων καταλήψεσθαι δέον τὰς πεζικὰς δυνάμεις πρὸς τὰς κλεισούρας προαποστεῖλαι καὶ τὰς ὁδούς, δι’ ὧν μέλλουσι διελθεῖν, κατασχεῖν. Δι’ οἵας γὰρ ὁδοῦ διελθεῖν βουληθῶσιν, ἀπό τε τῶν ἐν Σελευκίᾳ κλεισουρῶν καὶ τοῦ τῶν Ἀνατολικῶν θέματος, καθὰ τὰ Ταυρικὰ ὄρη | |
5 | τήν τε Κιλικίαν διορίζουσι Καππαδοκίαν τε καὶ Λυκανδόν, πρὸς τούτοις καὶ τὰ παρακείμενα Γερμανίκειάν τε καὶ Ἀδατᾶν καὶ τὸ Καησοῦν καὶ τοῦ Δαουθᾶ, Μελιτήνην τε καὶ τὰ Καλούδια, καὶ τὰ πέραθεν τοῦ Εὐφράτου ποταμοῦ διορίζοντα τήν τε τοῦ Χανζῆτι λεγομένην χώραν καὶ τὴν πολεμίαν ἄχρι Ῥωμανουπόλεως, ἐν ὅλοις τοῖς τοιούτοις θέμασι, δι’ οἵας ἂν ὁδοῦ ὑποστρέφοντες διελθεῖν πρὸς τὴν ἰδίαν βουληθῶσιν, | |
10 | ἀδιστάκτως τῇ τοῦ Θεοῦ βοηθείᾳ τὸν κατ’ αὐτῶν ἐπείχθητι διαθέσθαι πόλεμον καὶ τὴν νικῶσαν εὑρήσεις τῇ αὐτοῦ χάριτι. | |
23.2 | Ἡνίκα δὲ πρὸ τεσσάρων σταθμῶν, ἤτοι ἀπλήκτων, ἐπιγνῷς τὴν ὁδόν, δι’ ἧς ὥρμησαν οἱ πολέμιοι, σοὶ μέν, τῷ τοῦ παντὸς λαοῦ ἡγεμόνι, τάχει πολλῷ ἔμπροσθεν αὐτῶν γενέσθαι προσήκει καὶ καταλαβεῖν τὰς πεζικὰς δυνάμεις, τὰς ἐν τῇ κλεισούρᾳ ἀποσταλείσας, καταλιπεῖν δὲ τὸν κρείττονα | |
5 | τῶν λοιπῶν στρατηγῶν πρὸς τὸ παρατρέχειν αὐτοῖς διὰ τὰ ὄπισθεν κοῦρσα καὶ τὰς ἐκδρομὰς αὐτῶν· ἔχειν δὲ μεθ’ ἑαυτοῦ καὶ τὸ λοιπὸν ἱππικὸν στράτευμα πειθόμενον τῷ λόγῳ αὐτοῦ, καὶ διορίσασθαι αὐτῷ ὡς, ἠνίκα οἱ πολέμιοι ὡς ἀπὸ δύο ἀπλήκτων τῇ κλεισούρᾳ πλησιάσουσι, καὶ αὐτὸν μετὰ παντὸς τοῦ στρατεύματος διελθεῖν καὶ καταλαβεῖν ἐν ᾧ τόπῳ ὁ κατ’ αὐτῶν ἐξαρτύεται πόλεμος. | |
23.3 | Σοῦ δὲ καταλαμ‐ βάνοντος ἐν τῇ κλεισούρᾳ καὶ τὰς πεζικὰς τάξεις ἑνουμένου, δέον σπουδάσαι καὶ ἕτερον μάλιστα πεζικὸν λαὸν ἐπισυνάξαι, ὅσον ἂν δυνηθῇς, παραινέσαι τε αὐτοῖς παρρησίᾳ πρὸς ἀνδρείαν αὐτοὺς ἐπαλείφων καὶ εὐτολμίαν, ἐποτρῦναι δὲ καὶ τὸ | |
5 | πρόθυμον αὐτῶν, οἷα στρατηγὸς ἄριστος, μελισταγεῖ παραινέσει· «Ἄνδρες— λέγων—Ῥωμαῖοι, στῶμεν ἀκλινῶς καὶ ἑδραίως· στῶμεν ἀνδρικῶς καὶ γενναίως· δείξωμεν ἐχθροῖς βραχίονα καὶ ἰσχύν· δείξωμεν ὡς πρὸς κρείσσονας τὴν ὁρμὴν ἔχουσιν, ὡς πρὸς τοὺς βάλλειν μᾶλλον ἢ βάλλεσθαι μέλλοντας παρατάττονται· μὴ γὰρ λίθος φύσις αὐτοῖς ἢ χαλκός, ὡς μὴ τραύματα δέχεσθαι· μὴ γὰρ ἐκ σιδήρου | 125 |
10 | τὸ σῶμα, ὡς μὴ τῷ κόπῳ ἐκλύεσθαι καὶ ἀποναρκᾶν.» Πρὸς ἐπὶ τούτοις ὑποδεικνύων καὶ τὴν τοῦ τόπου δυσχέρειαν, ἐν ᾧ μέλλουσι πρὸς μάχην παρασκευασθῆναι καὶ ὅσον αὐτοῖς παρέχει βοήθειαν. | |
23.4 | Μετὰ δὲ τὸ καλῶς αὐτοὺς παραθῆξαι καὶ διεγεῖραι καὶ προθυμοτέρους καὶ εὐτολμοτέρους ἐργάσασθαι, καταστήσεις αὐτοὺς ἐν οἷς τόποις ὀφείλουσι τοῖς ἐχθροῖς μάχεσθαι. Καὶ πρῶτον μὲν τὰ ὑψηλὰ τῶν ὀρέων καταλαβεῖν δέον καὶ πάσας τὰς ὁδοὺς κρατῆσαι καὶ ἀσφαλίσασθαι. Ἐν οἷς δὲ καὶ ἱππεῖς ἐγχωρεῖ | |
5 | σὺν τοῖς πεζοῖς μάχεσθαι, καταστήσεις καὶ αὐτοὺς ἐν ἐπιτηδείοις τόποις. Ἐν πάσαις δέ σου ταῖς παρατάξεσιν ἀρχηγοὺς τῶν χρησίμων ἐπιστῆσαί σε δεῖ καὶ τἆλλα πάντα φυλάξαι καὶ πρᾶξαι, ὅσα ἐν ἀρχῇ τοῦ λόγου περὶ τοῦ πῶς δεῖ τοῖς πολεμίοις ἐν ταῖς δυσχωρίαις μάχεσθαι ἐξεθέμεθα. | |
23.5 | Τῶν δὲ πολεμίων πλησίον καταλαμβανόντων καὶ αἰσθομένων τῆς παρὰ σοῦ γενομένης ἀσφαλείας ἐν τῇ ὁδῷ, καὶ ὡς ἀμήχανον διελθεῖν αὐτούς, εἴπερ παρα‐ βολώτερον τοῦτο τολμήσουσι πρᾶξαι, οὐκ εὐτυχῶς αὐτοῖς τὸ βούλευμα παραστήσεται, ἀλλὰ παρὰ τοῦ σοῦ λαοῦ δῃούμενοί τε καὶ συμπνιγόμενοι καὶ ἄκοντες τὰ νῶτα | |
5 | δώσουσι, σπεύδοντες δι’ ἑτέρας ὁδοῦ τὴν ἰδίαν καταλήψεσθαι. Τούτων δ’ οὕτως ὑποστρεφόντων ἀγεννῶς καὶ ἀκόσμως, ὁ λαός σου τούτους θεώμενος ὅσης χαρᾶς καὶ θυμηδίας πλησθήσονται, λόγῳ παραστῆσαι τοῦτο ἀδύνατον. | |
23.6 | Τῶν οὖν πολε‐ μίων, ὡς λέλεκται, ὑποστρεφόντων, τότε καταδίωξον ὄπισθεν αὐτῶν, ἔμπροσθεν ἀποστέλλων ἱππεῖς μετὰ ταχέων ψιλῶν· καὶ αὐτὸς δὲ ὀξύτερον περιπατῶν τοῦ καταλαβεῖν αὐτοὺς ἐπείχθητι. Οἱ δὲ ἐχθροί, διὰ τὸ φεύγειν αὐτούς, τάχει τὰς | |
5 | δυσχωρίας διελθεῖν καὶ τὸν ἐν αὐταῖς διαφυγεῖν πόλεμον καὶ τὴν ἰδίαν καταλήψεσθαι, ἐπεὶ πλησίον τῆς κλεισούρας γενήσονται, τοῦθ’ ὑποπτεύοντες πρὸς τὸ μὴ πάλιν ἔμπροσθεν αὐτῶν τὰς πεζικὰς τάξεις γενέσθαι καὶ τὴν ὁδὸν αὐτῶν κατασχεῖν, ἂν ἐν νυκτὶ τὴν ὁδοιπορίαν πειραθῶσι ποιήσασθαι, συντόμως τούτους καταλάβῃς, τῶν | |
ἵππων αὐτῶν ἀτονησάντων ἀπὸ τῆς χρονίας ὁδοιπορίας καὶ τῶν ἀνδρῶν ἐκλελοιπότων | 127 | |
10 | ἐπιτύχῃς, νυκτὸς ὁδοιπορούντων· καὶ εὗρες, στρατηγέ, τὸ ἀεί σοι ἐπιζητούμενον. | |
23.7 | Καταλαμβάνοντός σου δὲ τούτους νυκτός, δέον παραυτίκα πόλεμον συνάψαι εἰς τὸ λεγόμενον σάκα μετὰ πεζῶν συνεπακολουθούντων αὐτοῖς καὶ ἱππέων. Ἑτέρους δὲ τῶν ψιλῶν μεθ’ ἱππέων ἔνθεν κἀκεῖθεν τῆς ὁδοῦ ἔμπροσθεν γενέσθαι τῶν πολεμίων ἀπόστειλον, καὶ ἐκ πλαγίου καὶ αὐτοὺς πόλεμον προσβαλεῖν πρόσταξον. Καὶ οὕτως | |
5 | ποιοῦντός σου οὐ δυνήσονται ἀντιστῆναι, ἀλλὰ πρὸς φυγὴν ὁρμήσουσι. Καὶ εἰ τοῦτο νυκτὸς πράξουσι, καταδίωξον αὐτοὺς καὶ τελείῳ τούτους παραδώσεις ἀφανισμῷ. | |
24t | Περὶ νυκτοπολέμου | |
24.1 | Εἰ δὲ εἰς ἑτέραν ἔλθωσι βουλήν, κατὰ τὸ δοκοῦν αὐτοῖς λυσιτελοῦσαν, καί, ἡνίκα σε καταλαβόντα αἴσθονται, νυκτὸς καὶ ἀπληκεύσουσι τὰς σκηνὰς πηξάμενοι, τότε νυκτοπόλεμον κατ’ αὐτῶν ἐργάσῃ. | |
24.2 | Πλὴν οὕτως σε τὸν κατ’ αὐτῶν χρὴ διαθεῖναι πόλεμον. Σὺ μὲν ἐκ τῶν ὄπισθεν μετὰ πεζικῆς παρατάξεως τὴν προσβολὴν ποιήσεις. Τὰς δὲ λοιπὰς πεζικὰς τάξεις διελεῖν εἰς ἓξ μερίδας, καὶ τρεῖς μὲν κατὰ τὸ δεξιὸν τῶν πολεμίων ἐκ πλαγίου αὐτῶν, τρεῖς δὲ κατὰ τὸ εὐώνυμον καταστῆσαι, | |
5 | εἴγε εἰς μῆκος ἡ τοῦ τόπου θέσις τὸ ἑαυτῶν ἄπληκτον καταστῆσαι καταναγκάσει, ἀπεχούσας ἀλλήλων ὡσεὶ τόξου βολήν, ἢ καὶ μικρὸν ἔλαττον, μόνην ἀνεῳγμένην καὶ ἀφύλακτον καταλιμπάνων τὴν ὁδὸν τὴν πρὸς τὰ οἰκεῖα τοὺς πολεμίους διασῴ‐ ζουσαν, ὅπως σφοδροτάτου αὐτοῖς ἐπιτεθέντος τοῦ πολέμου καὶ τὴν ὁδὸν ἀνεῳγμένην ἐφευρηκόσι, ἀπάτῃ τοῦ διασωθῆναι καὶ τὸν πόλεμον διαφυγεῖν καὶ τὴν ἰδίαν καταλα‐ | |
10 | βεῖν, ἐπιβῶσι τῶν ἵππων καὶ δι’ αὐτῆς πρὸς φυγὴν ὁρμήσωσι, μόνην ἕκαστος τὴν ἰδίαν περιποιούμενος σωτηρίαν. | |
24.3 | Εἰ δὲ οὐκ ἐπίμηκες πεποιήκεσαν τὸ ἑαυτῶν ἄπληκτον, ἀλλ’ ἡ τοῦ τόπου θέσις κυκλοτερὲς αὐτὸ ἀπειργάσατο, χρή σε τὰς πεζικὰς ἱστῶν παρατάξεις γύροθεν παρασκευασθῆναι ταύτας προστάξαι πρὸς πόλεμον, μόνον δέ, ὡς ἔφημεν, τὴν ὁδὸν ἄφετον καὶ ἀνεῳγμένην καταλιπεῖν, τὴν πρὸς τὰ ἴδια τούτων | |
5 | φέρουσαν. | |
24.4 | Μετὰ δὲ τὸ διατάξασθαι τοὺς πεζοὺς τοῦτον τὸν τρόπον, παραπλη‐ | |
κεῦσαι τοῖς πολεμίοις προστάξεις καὶ πυρὰ εἰς πλῆθος ἀνάψαι πολλά. Ἐν μιᾷ δὲ ἑκάστῃ παρατάξει τῶν πεζῶν καὶ ἄρχοντα καταστήσεις τῶν χρησίμων καὶ ἀνδρείων· σὺν αὐτοῖς δὲ ἱππεῖς ἐν μιᾷ ἑκάστῃ παρατάξει, ἐκ τῶν ὄπισθεν ἱσταμένους, εἴγε καὶ | 129 | |
5 | ὁ χῶρος δίδωσιν, ἔχοντας ἀρχηγοὺς ἄνδρας ἀξιολόγους· πείθεσθαί τε αὐτοῖς προσ‐ τάξεις καὶ ἅπαντα τὸν λαὸν τῶν πεζικῶν τάξεων. | |
24.5 | Μετὰ δὲ τὸ οὕτως παρα‐ σκευασθῆναι, διαχωρίσαι τῶν ψιλῶν ἀνδρείους καὶ ταχεῖς τοῖς ποσί, καὶ ἔμπροσθεν ἀποστεῖλαι τοῦ σιγῇ κατελθεῖν καὶ ἔγγιστα τῶν πολεμίων γενέσθαι, καὶ διορίσασθαι αὐτοῖς ἵνα πρῶτον μὲν οἱ ἐν τῷ μέσῳ ἱστάμενοι τὴν προσβολὴν ποιήσονται, εἴθ’ | |
5 | οὕτως οἱ ἔμπροσθεν. Καὶ εἰ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν ἡ τοῦ τόπου θέσις ὑψηλο‐ τέρως φέρει τὰς πεζικὰς τάξεις κατὰ τῶν πολεμίων, βαλλόμενοι οἱ πολέμιοι τοῖς ἐκ χειρῶν καὶ σφενδονῶν λίθοις καὶ τόξοις ἄνωθεν ἐξ ἑκατέρων εὐχερῶς καταλυθή‐ σονται. Εἰ δὲ μὴ οὕτως ἔχει ἡ τοῦ τόπου θέσις, ἀλλ’ ἐξ ἑνὸς μέρους τὸ ὑψηλὸν ὑπέρκειται, καὶ ὡσαύτως ἐκεῖθεν εὐχερέστερον τῶν λίθων καὶ τόξων τὰς βολὰς | |
10 | κατ’ αὐτῶν πεμπέτωσαν. Πλὴν ἐκ τοῦ ἐφομάλου ἐπιμελέστερον ἔχεσθαι δεῖ τῆς μάχης. Εἰ δὲ βουληθῶσιν οἱ πολέμιοι ἐπιβῆναι ἵππων καὶ κατ’ αὐτῶν ὁρμῆσαι, οὐδὲν μὲν τοῖς ψιλοῖς δεινὸν ἐργάσονται, τοῦ τόπου βοηθοῦντος αὐτοῖς, ἑαυτοῖς δὲ μᾶλλον μεγάλην προξενήσουσι βλάβην. | |
24.6 | Συγκαταβήτωσαν δὲ πᾶσαι αἱ πεζικαὶ τάξεις ἐξ ἀμφοτέρων τῶν μερῶν καὶ σαλπισάτωσαν ἅπασαι μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ. Ἔπειτα καὶ ὁ στρατηγὸς ἐκ τῶν ὄπισθεν ἰσχυρῶς ἀναψάτω τὸν πόλεμον. Καὶ εἰ ἔτι καρτεροῦσιν οἱ πολέμιοι καὶ μὴ πρὸς φυγὴν ὁρμήσουσιν, οἱ ταχεῖς ψιλοὶ | |
5 | καὶ οἱ ἔμπροσθεν ἀποσταλέντες παρορμηθήτωσαν παρὰ τῶν ἀρχόντων αὐτῶν ἔνδον εἰς τὰς σκηνὰς χωρῆσαι τῶν πολεμίων· εὐχερὲς γὰρ τοῦτο ἔσται αὐτοῖς ἀπὸ τῆς τοῦ τόπου σκληρότητος. Καὶ ἡνίκα ἄρξονται ἀναλαμβάνειν ἵππους ἢ ἡμιόνους καὶ πράγματα τῶν πολεμίων καὶ ἀνθρώπους ἀνδραποδίζειν, καὶ ἀρχὴ τοιαύτη γένηται, ὁρμήσουσιν ἅπαντες εἰς τὴν τοιαύτην διαρπαγὴν καὶ ἀφειδῶς ἔνδον χωρήσουσι τῶν | |
10 | σκηνῶν ξίφει αὐτοὺς κατακόπτοντες. | |
24.7 | Καὶ τότε πρὸς φυγὴν ὁρμήσουσιν ἅπαντες, ὅσοι μὲν ἰσχύσουσιν ἐπιβῆναι ἵππων, οἱ δὲ καὶ πεζῇ, ὡς ἂν δυνηθῶσιν ὄρεσί τε καὶ φάραγξι κρυβῆναι καὶ σωτηρίας τυχεῖν. Καὶ εἰ τοιοῦτον τῇ βοηθείᾳ τοῦ Θεοῦ γένηται | |
τὸ τοῦ πολέμου πέρας, διὰ πρεσβειῶν τῆς παναχράντου μητρὸς αὐτοῦ καὶ Θεοτόκου, | 131 | |
5 | δόξαν μὲν οἱ ἅγιοι βασιλεῖς λήψονται, καὶ κράτος ἅπαν τὸ ῥωμαϊκὸν στράτευμα, μηκέτι τῶν πολεμίων κατὰ πρόσωπον αὐτῶν στῆναι δυναμένων. | |
24.8 | Εἰ δέ γε ὁμαλοῦ ἐπιτύχωσι χώρου τῆς ἡμέρας ἐπιφανούσης, καὶ εἰς αὐτὸν καταλύσουσι τὰς σκηνὰς πηξάμενοι, καὶ οὐκ εὐχερῶς ἐν τῷ τοιούτῳ τόπῳ τὸν ἐν νυκτὶ πόλεμον ἁρμόζει γενέσθαι, δεῖ τὸν στρατηγὸν μετὰ πασῶν τῶν πεζικῶν τε καὶ ἱππικῶν δυνάμεων | |
5 | ἔμπροσθεν πάλιν γενέσθαι καὶ τὰ ὑψηλότερα τῶν ὀρῶν κατασχεῖν καὶ τὴν διάβασιν τῆς ὁδοῦ ὁμοίως ἀσφαλίσασθαι. Καὶ ἐπεὶ πᾶσαι, ὡς ἔφημεν, αἱ ὁδοὶ αἱ πρὸς τὴν πολεμίαν εἰσάγουσαι, διὰ τῶν ὅλων ὧν ἀπηριθμησάμην θεμάτων καὶ οἰκείοις ὀφθαλμοῖς ἐθεασάμην, δύσβατοι τυγχάνουσιν ἐν ὄρεσι τοῖς διορίζουσι τὰς ἄμφω χώρας, σπεῦδε προκαταλαβεῖν τὴν διάβασιν αὐτῶν καὶ τὸν κατὰ πρόσωπον αὐτῶν | |
10 | ἀδιστάκτως διατίθεσο πόλεμον, καὶ χάριτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ὑπερισχύσεις αὐτῶν καὶ τούτους καταβαλὼν τελείῳ παραδώσεις ἀφανισμῷ. | |
25t | Περὶ ἑτέρας κατασχέσεως ὁδοῦ τῆς εἰς τὴν κατάβασιν δυσχωρίαν ἀποτελούσης | |
25.1 | Εἰ δέ γε ἡ ὁδός, ἣν ὑποστρέφουσιν, εὑρεθῇ φέρουσα τοῖς πολεμίοις ἐκ τῶν ἄνωθεν καὶ ἐφόμαλός ἐστι, μὴ ἔχουσα δυσχωρίαν τοῦ κατὰ πρόσωπον αὐτῶν ἀντι‐ στῆναι, ἀλλ’ ἡνίκα πρὸς τὸ καταφερὲς ἐπικλίνει, τότε στενὴ καὶ δύσβατός ἐστι, συγχέουσα τὰς παρατάξεις αὐτῶν καὶ ὀλίγους διέρχεσθαι ἀναγκάζουσα καὶ τοὺς | |
5 | ἄλλους ὁμοίως παρασκευάζειν ἐπακολουθεῖν καὶ διέρχεσθαι, ἐν ἐκείνοις τοῖς στενωποῖς δέον πεζικὰς τάξεις καταστῆσαι ἔνθεν κἀκεῖθεν τῶν πολεμίων, δύο μὲν κατὰ τὸ δεξιόν, δύο δὲ κατὰ τὸ εὐώνυμον, ἀπ’ ἀλλήλων διακεκριμένας. Ἀλλὰ καὶ ἐκ τῶν ὄπισθεν εἰς λόχον καταστῆσαι πεζικὴν λαοῦ δύναμιν μεθ’ ἱππέων καὶ ἄρχοντος ἀνδρείου καὶ ἐμπειροτάτου, εἴπερ τὸ λεγόμενον σάκα αὐτῶν ἄνωθεν κατέλιπον | |
10 | ἵστασθαι καὶ τὴν ὁδὸν φυλάσσειν, ἀλλὰ μὴ σύνεγγυς, πρὸς τὸ μὴ διαγνωσθῆναι. | |
25.2 | Καὶ εἰ μὲν οἱ εἰς τὸν λόχον ἱστάμενοι ἄνωθεν πρόθυμοί εἰσι παρασυνάψαι πόλεμον, ἡνίκα αἱ κάτωθεν παρατάξεις ἡμῶν ἱστάμεναι κατὰ τῶν ἔμπροσθεν διερχομένων | |
πολεμίων τὴν προσβολὴν ποιήσονται, ἐξερχέσθωσαν καὶ οἱ εἰς τὸν λόχον ἱστάμενοι πεζοί τε καὶ ἱππεῖς καὶ συναπτέτωσαν πόλεμον μετ’ αὐτοὺς κατὰ τῶν πολεμίων. | 133 | |
5 | Εἰ δὲ οὐ θαρρήσουσιν οἱ εἰς τὸν λόχον ἱστάμενοι κατ’ αὐτοῦ ἐπελθεῖν κάτωθεν, σάκα εἰς ἐφόμαλον τόπον ἱσταμένου, καρτερήσουσιν εἰς τὸν λόχον, καί, ἐπεὶ αὐτὸ διελθεῖν κατεπείγεται καὶ τοὺς ἰδίους καταλαβεῖν—οὐ γάρ ἐστι τῶν ἐνδεχομένων ἐκεῖσε ἐπὶ πολὺ ἵστασθαι—, ἡνίκα τῆς εἰς κατάβασιν φερούσης ὁδοῦ ἐπιλάβωνται, καὶ ἐξερ‐ χέσθωσαν οἱ ἐν τῷ λόχῳ, καὶ τὴν ὁδὸν κατασχόντες καὶ ἐκ τῶν ἄνωθεν γενόμενοι | |
10 | κατ’ αὐτῶν ὁρμησάτωσαν. | |
25.3 | Καὶ οὐ δυνήσονται ἀντιστῆναι καὶ ἀμύνασθαι, παρ’ αὐτῶν βαλλόμενοι, τοῦ τόπου αὐτοῖς ἐναντιουμένου· ἀλλὰ σπεύσουσι τοὺς ἰδίους καταλαβεῖν πολεμούμενοι ἐν τοῖς στενώμασι παρὰ τῶν κάτωθεν ἡμῶν ἱσταμένων παρατάξεων, ἐπ’ ἐλπίδι διελθεῖν καὶ τὴν ἰδίαν καταλαβεῖν. Ἀλλ’ οὐδαμῶς τούτου | |
5 | ἐπιτύχωσιν, εἴπερ δὴ ὡς ἐξεθέμεθα ὁ κατ’ αὐτῶν παρασκευασθῇ πόλεμος, μᾶλλον δὲ κατὰ κράτος ἡττηθήσονται χάριτι τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 135 |